Lueur.org - Un éclairage sur la foi

Comparer

Matthieu 22

TR1550 1 καὶ ἀποκριθεὶς ὁ ἰησοῦς πάλιν εἶπεν αὐτοῖς ἐν παραβολαῖς λέγων

TR1550 2 ημοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὅστις ἐποίησεν γάμους τῷ υἱῷ αὐτοῦ

TR1550 3 καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους καὶ οὐκ ἤθελον ἐλθεῖν

TR1550 4 πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων εἴπατε τοῖς κεκλημένοις ἰδού τὸ ἄριστόν μου ἡτοίμασα οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα καὶ πάντα ἕτοιμα δεῦτε εἰς τοὺς γάμους

TR1550 5 οἱ δὲ ἀμελήσαντες ἀπῆλθον ὁ μὲν εἰς τὸν ἴδιον ἀγρόν ὁ δὲ εἰς τὴν ἐμπορίαν αὐτοῦ

TR1550 6 οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν

TR1550 7 ἀκούσας δὲ ὁ βασιλεὺς ὠργίσθη καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν

TR1550 8 τότε λέγει τοῖς δούλοις αὐτοῦ ὁ μὲν γάμος ἕτοιμός ἐστιν οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι

TR1550 9 πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν καὶ ὅσους ἂν εὕρητε καλέσατε εἰς τοὺς γάμους

TR1550 10 καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας ὅσους εὗρον πονηρούς τε καὶ ἀγαθούς καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων

TR1550 11 εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου

TR1550 12 καὶ λέγει αὐτῷ ἑταῖρε πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου ὁ δὲ ἐφιμώθη

TR1550 13 τότε εἶπεν ὁ βασιλεὺς τοῖς διακόνοις δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας ἄρατε αὐτὸν καὶ ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων

TR1550 14 πολλοὶ γάρ εἰσιν κλητοὶ ὀλίγοι δὲ ἐκλεκτοί

TR1550 15 τότε πορευθέντες οἱ φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ

TR1550 16 καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν ἡρῳδιανῶν λέγοντες διδάσκαλε οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ διδάσκεις καὶ οὐ μέλει σοι περὶ οὐδενός οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων

TR1550 17 εἰπὲ οὖν ἡμῖν τί σοι δοκεῖ ἔξεστιν δοῦναι κῆνσον καίσαρι ἢ οὔ

TR1550 18 γνοὺς δὲ ὁ ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν τί με πειράζετε ὑποκριταί

TR1550 19 ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον

TR1550 20 καὶ λέγει αὐτοῖς τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή

TR1550 21 λέγουσιν αὐτῷ καίσαρος τότε λέγει αὐτοῖς ἀπόδοτε οὖν τὰ καίσαρος καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ

TR1550 22 καὶ ἀκούσαντες ἐθαύμασαν καὶ ἀφέντες αὐτὸν ἀπῆλθον

TR1550 23 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ σαδδουκαῖοι οἵ λέγοντες μὴ εἶναι ἀνάστασιν καὶ ἐπηρώτησαν αὐτὸν

TR1550 24 λέγοντες διδάσκαλε μωσῆς εἶπεν ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ

TR1550 25 ἦσαν δὲ παρ᾽ ἡμῖν ἑπτὰ ἀδελφοί καὶ ὁ πρῶτος γάμησας ἐτελεύτησεν καὶ μὴ ἔχων σπέρμα ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ

TR1550 26 ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος ἕως τῶν ἑπτά

TR1550 27 ὕστερον δὲ πάντων ἀπέθανεν καὶ ἡ γυνή

TR1550 28 ἐν τῇ οὖν ἀναστάσει τίνος τῶν ἑπτὰ ἔσται γυνή πάντες γὰρ ἔσχον αὐτήν

TR1550 29 ἀποκριθεὶς δὲ ὁ ἰησοῦς εἶπεν αὐτοῖς πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ

TR1550 30 ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε ἐκγαμίζονται ἀλλ᾽ ὡς ἄγγελοι τοῦ φεοῦ ἐν οὐρανῷ εἰσιν

TR1550 31 περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ λέγοντος

TR1550 32 ἐγώ εἰμι ὁ θεὸς ἀβραὰμ καὶ ὁ θεὸς ἰσαὰκ καὶ ὁ θεὸς ἰακώβ οὐκ ἔστιν ὁ θεὸς φεὸς νεκρῶν ἀλλὰ ζώντων

TR1550 33 καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ

TR1550 34 οἱ δὲ φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς σαδδουκαίους συνήχθησαν ἐπὶ τὸ αὐτό

TR1550 35 καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικὸς πειράζων αὐτὸν καὶ λέγων

TR1550 36 διδάσκαλε ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ

TR1550 37 ὁ δὲ ἰησοῦς εἶπεν αὐτῷ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου

TR1550 38 αὕτη ἐστὶν πρώτη καὶ μεγάλη ἐντολή

TR1550 39 δευτέρα δὲ ὁμοία αὐτῇ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν

TR1550 40 ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται

TR1550 41 συνηγμένων δὲ τῶν φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ ἰησοῦς

TR1550 42 λέγων τί ὑμῖν δοκεῖ περὶ τοῦ χριστοῦ τίνος υἱός ἐστιν λέγουσιν αὐτῷ τοῦ δαβίδ

TR1550 43 λέγει αὐτοῖς πῶς οὖν δαβὶδ ἐν πνεύματι κύριον αὐτὸν καλεῖ λέγων

TR1550 44 εἶπεν ὁ κύριος τῷ κυρίῳ μου κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου

TR1550 45 εἰ οὖν δαβὶδ καλεῖ αὐτὸν κύριον πῶς υἱὸς αὐτοῦ ἐστιν

TR1550 46 καὶ οὐδεὶς ἐδύνατο αὐτῷ ἀποκριθῆναι λόγον οὐδὲ ἐτόλμησέν τις ἀπ᾽ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées