Lueur.org - Un éclairage sur la foi

Comparer

Matthieu 26

TR1550 1 καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ ἰησοῦς πάντας τοὺς λόγους τούτους εἶπεν τοῖς μαθηταῖς αὐτοῦ

TR1550 2 οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι

TR1550 3 τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου καϊάφα

TR1550 4 καὶ συνεβουλεύσαντο ἵνα τὸν ἰησοῦν κρατήσωσιν δόλῳ καὶ ἀποκτείνωσιν

TR1550 5 ἔλεγον δέ μὴ ἐν τῇ ἑορτῇ ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ

TR1550 6 τοῦ δὲ ἰησοῦ γενομένου ἐν βηθανίᾳ ἐν οἰκίᾳ σίμωνος τοῦ λεπροῦ

TR1550 7 προσῆλθεν αὐτῷ γυνὴ ἀλάβαστρον μύρου ἔχουσα βαρυτίμου καὶ κατέχεεν ἐπὶ τῆν κεφαλὴν αὐτοῦ ἀνακειμένου

TR1550 8 ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἠγανάκτησαν λέγοντες εἰς τί ἡ ἀπώλεια αὕτη

TR1550 9 ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι πολλοῦ καὶ δοθῆναι πτωχοῖς

TR1550 10 γνοὺς δὲ ὁ ἰησοῦς εἶπεν αὐτοῖς τί κόπους παρέχετε τῇ γυναικί ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ

TR1550 11 πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾽ ἑαυτῶν ἐμὲ δὲ οὐ πάντοτε ἔχετε

TR1550 12 βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν

TR1550 13 ἀμὴν λέγω ὑμῖν ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς

TR1550 14 τότε πορευθεὶς εἷς τῶν δώδεκα ὁ λεγόμενος ἰούδας ἰσκαριώτης πρὸς τοὺς ἆρχιερεῖς

TR1550 15 εἶπεν τί θέλετέ μοι δοῦναι κἀγὼ ὑμῖν παραδώσω αὐτόν οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια

TR1550 16 καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ

TR1550 17 τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ ἰησοῦ λέγοντες αὐτῷ ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα

TR1550 18 ὁ δὲ εἶπεν ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ ὁ διδάσκαλος λέγει ὁ καιρός μου ἐγγύς ἐστιν πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου

TR1550 19 καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ ἰησοῦς καὶ ἡτοίμασαν τὸ πάσχα

TR1550 20 ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα

TR1550 21 καὶ ἐσθιόντων αὐτῶν εἶπεν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με

TR1550 22 καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ ἕκαστος αὐτῶν μήτι ἐγώ εἰμι κύριε

TR1550 23 ὁ δὲ ἀποκριθεὶς εἶπεν ὁ ἐμβάψας μετ᾽ ἐμοῦ ἐν τῷ τρυβλίῳ τὴν χεῖρα οὗτός με παραδώσει

TR1550 24 ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος

TR1550 25 ἀποκριθεὶς δὲ ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπεν μήτι ἐγώ εἰμι ῥαββί λέγει αὐτῷ σὺ εἶπας

TR1550 26 ἐσθιόντων δὲ αὐτῶν λαβὼν ὁ ἰησοῦς τὸν ἄρτον καὶ εὐλογήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς καὶ εἶπεν λάβετε φάγετε τοῦτό ἐστιν τὸ σῶμά μου

TR1550 27 καὶ λαβὼν τὸ ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων πίετε ἐξ αὐτοῦ πάντες

TR1550 28 τοῦτο γάρ ἐστιν τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν

TR1550 29 λέγω δὲ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπ᾽ ἄρτι ἐκ τούτου τοῦ γεννήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ᾽ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου

TR1550 30 καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν

TR1550 31 τότε λέγει αὐτοῖς ὁ ἰησοῦς πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ γέγραπται γάρ πατάξω τὸν ποιμένα καὶ διασκορπισθήσεται τὰ πρόβατα τῆς ποίμνης

TR1550 32 μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν γαλιλαίαν

TR1550 33 ἀποκριθεὶς δὲ ὁ πέτρος εἶπεν αὐτῷ εἰ καὶ πάντες σκανδαλισθήσονται ἐν σοί ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι

TR1550 34 ἔφη αὐτῷ ὁ ἰησοῦς ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με

TR1550 35 λέγει αὐτῷ ὁ πέτρος κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν οὐ μή σε ἀπαρνήσομαι ὁμοίως καὶ πάντες οἱ μαθηταὶ εἶπον

TR1550 36 τότε ἔρχεται μετ᾽ αὐτῶν ὁ ἰησοῦς εἰς χωρίον λεγόμενον γεθσημανῆ καὶ λέγει τοῖς μαθηταῖς καθίσατε αὐτοῦ ἕως οὗ ἀπελθὼν προσεύξωμαι ἐκεῖ

TR1550 37 καὶ παραλαβὼν τὸν πέτρον καὶ τοὺς δύο υἱοὺς ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν

TR1550 38 τότε λέγει αὐτοῖς περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου μείνατε ὧδε καὶ γρηγορεῖτε μετ᾽ ἐμοῦ

TR1550 39 καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων πάτερ μου εἰ δυνατόν ἐστιν παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλ᾽ ὡς σύ

TR1550 40 καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας καὶ λέγει τῷ πέτρῳ οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ᾽ ἐμοῦ

TR1550 41 γρηγορεῖτε καὶ προσεύχεσθε ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής

TR1550 42 πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων πάτερ μου εἰ οὐ δύναται τοῦτο τὸ ποτὴριον παρελθεῖν ἀπ᾽ ἐμοῦ ἐὰν μὴ αὐτὸ πίω γενηθήτω τὸ θέλημά σου

TR1550 43 καὶ ἐλθὼν εὑρίσκει αὐτοὺς πάλιν καθεύδοντας ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι

TR1550 44 καὶ ἀφεὶς αὐτοὺς ἀπελθὼν πάλιν προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπὼν

TR1550 45 τότε ἔρχεται πρὸς τοὺς μαθητὰς αὐτοῦ καὶ λέγει αὐτοῖς καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε ἰδού ἤγγικεν ἡ ὥρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν

TR1550 46 ἐγείρεσθε ἄγωμεν ἰδού ἤγγικεν ὁ παραδιδούς με

TR1550 47 καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδού ἰούδας εἷς τῶν δώδεκα ἦλθεν καὶ μετ᾽ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ

TR1550 48 ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων ὃν ἂν φιλήσω αὐτός ἐστιν κρατήσατε αὐτόν

TR1550 49 καὶ εὐθέως προσελθὼν τῷ ἰησοῦ εἶπεν χαῖρε ῥαββί καὶ κατεφίλησεν αὐτόν

TR1550 50 ὁ δὲ ἰησοῦς εἶπεν αὐτῷ ἑταῖρε ἐφ᾽ ὦ πάρει τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν ἰησοῦν καὶ ἐκράτησαν αὐτόν

TR1550 51 καὶ ἰδού εἷς τῶν μετὰ ἰησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασεν τὴν μάχαιραν αὖτοῦ καὶ πατάξας τὸν δοῦλον τοῦ ἆρχιερέως ἆφεῖλεν αὖτοῦ τὸ ὦτίον

TR1550 52 τότε λέγει αὐτῷ ὁ ἰησοῦς ἀπόστρεψόν σου τὴν μάχαιραν εἰς τὸν τόπον αὐτῆς πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρᾳ ἀπολοῦνται

TR1550 53 ἢ δοκεῖς ὅτι οὐ δύναμαι ἄρτι παρακαλέσαι τὸν πατέρα μου καὶ παραστήσει μοι πλείους ἢ δώδεκα λεγεῶνας ἀγγέλων

TR1550 54 πῶς οὖν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὕτως δεῖ γενέσθαι

TR1550 55 ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ ἰησοῦς τοῖς ὄχλοις ης ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με καθ᾽ ἡμέραν πρὸς ὑμᾶς ἐκαθεζόμην διδάσκων ἐν τῷ ἱερῷ καὶ οὐκ ἐκρατήσατέ με

TR1550 56 τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον

TR1550 57 οἱ δὲ κρατήσαντες τὸν ἰησοῦν ἀπήγαγον πρὸς καϊάφαν τὸν ἀρχιερέα ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν

TR1550 58 ὁ δὲ πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος

TR1550 59 οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ ἰησοῦ ὅπως αὐτὸν θανατώσωσιν

TR1550 60 καὶ οὐχ εὗρον καὶ πολλῶν ψευδομαρτύρων προσελθόντων οὐχ εὗρον ὕστερον δὲ προσελθόντες δύο ψευδομάρτυρες

TR1550 61 εἶπον οὗτος ἔφη δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ θεοῦ καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι αὐτόν

TR1550 62 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ οὐδὲν ἀποκρίνῃ τί οὗτοί σου καταμαρτυροῦσιν

TR1550 63 ὁ δὲ ἰησοῦς ἐσιώπα καὶ ἀποκριθεὶς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ

TR1550 64 λέγει αὐτῷ ὁ ἰησοῦς σὺ εἶπας πλὴν λέγω ὑμῖν ἀπ᾽ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ

TR1550 65 τότε ὁ ἀρχιερεὺς διέῤῥηξεν τὰ ἱμάτια αὐτοῦ λέγων ὅτι ἐβλασφήμησεν τί ἔτι χρείαν ἔχομεν μαρτύρων ἴδε νῦν ἠκούσατε τὴν βλασφημίαν αὐτοῦ

TR1550 66 τί ὑμῖν δοκεῖ οἱ δὲ ἀποκριθέντες εἰπον ἕνοχος θανάτου ἐστίν

TR1550 67 τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν οἱ δὲ ἐῤῥάπισαν

TR1550 68 λέγοντες προφήτευσον ἡμῖν χριστέ τίς ἐστιν ὁ παίσας σε

TR1550 69 ὁ δὲ πέτρος ἔξω ἐκάθητο ἐν τῇ αὐλῇ καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα καὶ σὺ ἦσθα μετὰ ἰησοῦ τοῦ γαλιλαίου

TR1550 70 ὁ δὲ ἠρνήσατο ἔμπροσθεν πάντων λέγων οὐκ οἶδα τί λέγεις

TR1550 71 ἐξελθόντα δὲ αὐτὸν εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει τοῖς ἐκεῖ καὶ οὗτος ἦν μετὰ ἰησοῦ τοῦ ναζωραίου

TR1550 72 καὶ πάλιν ἠρνήσατο μεθ᾽ ὅρκου ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον

TR1550 73 μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ πέτρῳ ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ

TR1550 74 τότε ἤρξατο καταναθεματίζειν καὶ ὀμνύειν ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν

TR1550 75 καὶ ἐμνήσθη ὁ πέτρος τοῦ ῥήματος τοῦ ἰησοῦ εἰρηκότος αὐτῷ ὅτι πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées