Comparer
Matthieu 8:5-13TR1550 5 εἰσελθόντι δὲ τῷ ἰησοῦ εἰς καπερναούμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν
TR1550 6 καὶ λέγων κύριε ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός δεινῶς βασανιζόμενος
TR1550 7 καὶ λέγει αὐτῷ ὁ ἰησοῦς ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν
TR1550 8 καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη κύριε οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς ἀλλὰ μόνον εἰπὲ λόγον καὶ ἰαθήσεται ὁ παῖς μου
TR1550 9 καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν ἔχων ὑπ᾽ ἐμαυτὸν στρατιώτας καὶ λέγω τούτῳ πορεύθητι καὶ πορεύεται καὶ ἄλλῳ ἕρχου καὶ ἔρχεται καὶ τῷ δούλῳ μου ποίησον τοῦτο καὶ ποιεῖ
TR1550 10 ἀκούσας δὲ ὁ ἰησοῦς ἐθαύμασεν καὶ εἶπεν τοῖς ἀκολουθοῦσιν ἀμὴν λέγω ὑμῖν οὐδὲ ἐν τῷ ἰσραὴλ τοσαύτην πίστιν εὗρον
TR1550 11 λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ ἀβραὰμ καὶ ἰσαὰκ καὶ ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν
TR1550 12 οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων
TR1550 13 καὶ εἶπεν ὁ ἰησοῦς τῷ ἑκατοντάρχῳ ὕπαγε καὶ ὡς ἐπίστευσας γενηθήτω σοι καὶ ἰάθη ὁ παῖς αὐτοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées