Comparer
Matthieu 9TR1550 1 καὶ ἐμβὰς εἰς τὸ πλοῖον διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν
TR1550 2 καὶ ἰδού προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον καὶ ἰδὼν ὁ ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπεν τῷ παραλυτικῷ φάρσει τέκνον ἀφέωνταί σοί αἱ ἁμαρτίαι σου
TR1550 3 καὶ ἰδού τινες τῶν γραμματέων εἶπον ἐν ἑαυτοῖς οὗτος βλασφημεῖ
TR1550 4 καὶ ἰδὼν ὁ ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν ἵνα τί ὑμεῖς ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν
TR1550 5 τί γάρ ἐστιν εὐκοπώτερον εἰπεῖν ἀφέωνταί σοι αἱ ἁμαρτίαι ἢ εἰπεῖν ἕγειραι καὶ περιπάτει
TR1550 6 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας τότε λέγει τῷ παραλυτικῷ ἐγερθεὶς ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου
TR1550 7 καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ
TR1550 8 ἰδόντες δὲ οἱ ὄχλοι ἐθαύμασαν καὶ ἐδόξασαν τὸν θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις
TR1550 9 καὶ παράγων ὁ ἰησοῦς ἐκεῖθεν εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον ματθαῖον λεγόμενον καὶ λέγει αὐτῷ ἀκολούθει μοι καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ
TR1550 10 καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ καὶ ἰδού πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ
TR1550 11 καὶ ἰδόντες οἱ φαρισαῖοι εἶπον τοῖς μαθηταῖς αὐτοῦ διατί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν
TR1550 12 ὁ δὲ ἰησοῦς ἀκούσας εἶπεν αὐτοῖς οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ᾽ οἱ κακῶς ἔχοντες
TR1550 13 πορευθέντες δὲ μάθετε τί ἐστιν ἕλεον θέλω καὶ οὐ θυσίαν οὐ γὰρ ἦλθον καλέσαι δικαίους ἀλλ᾽ ἁμαρτωλοὺς εἰς μετάνοιαν
TR1550 14 τότε προσέρχονται αὐτῷ οἱ μαθηταὶ ἰωάννου λέγοντες διατί ἡμεῖς καὶ οἱ φαρισαῖοι νηστεύομεν πολλά οἱ δὲ μαθηταί σου οὐ νηστεύουσιν
TR1550 15 καὶ εἶπεν αὐτοῖς ὁ ἰησοῦς μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν ἐφ᾽ ὅσον μετ᾽ αὐτῶν ἐστιν ὁ νυμφίος ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος καὶ τότε νηστεύσουσιν
TR1550 16 οὐδεὶς δὲ ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ αἴρει γὰρ τὸ πλήρωμα αὐτοῦ ἀπὸ τοῦ ἱματίου καὶ χεῖρον σχίσμα γίνεται
TR1550 17 οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς εἰ δὲ μήγε ῥήγνυνται οἱ ἀσκοί καὶ ὁ οἰνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται ἀλλὰ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς καινούς καὶ ἀμφότερα συντηροῦνται
TR1550 18 ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς ἰδού ἄρχων ἐλθὼν προσεκύνει αὐτῷ λέγων ὅτι ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπ᾽ αὐτήν καὶ ζήσεται
TR1550 19 καὶ ἐγερθεὶς ὁ ἰησοῦς ἠκολούθησεν αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ
TR1550 20 καὶ ἰδού γυνὴ αἱμοῤῥοοῦσα δώδεκα ἔτη προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ
TR1550 21 ἔλεγεν γὰρ ἐν ἑαυτῇ ἐὰν μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ σωθήσομαι
TR1550 22 ὁ δὲ ἰησοῦς ἐπιστραφεὶς καὶ ἰδὼν αὐτὴν εἶπεν φάρσει θύγατερ ἡ πίστις σου σέσωκέν σε καὶ ἐσώθη ἡ γυνὴ ἀπὸ τῆς ὥρας ἐκείνης
TR1550 23 καὶ ἐλθὼν ὁ ἰησοῦς εἰς τὴν οἰκίαν τοῦ ἄρχοντος καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τὸν ὄχλον θορυβούμενον
TR1550 24 λέγει αὐτοῖς ἀναχωρεῖτε οὐ γὰρ ἀπέθανεν τὸ κοράσιον ἀλλὰ καθεύδει καὶ κατεγέλων αὐτοῦ
TR1550 25 ὅτε δὲ ἐξεβλήθη ὁ ὄχλος εἰσελθὼν ἐκράτησεν τῆς χειρὸς αὐτῆς καὶ ἠγέρθη τὸ κοράσιον
TR1550 26 καὶ ἐξῆλθεν ἡ φήμη αὕτη εἰς ὅλην τὴν γῆν ἐκείνην
TR1550 27 καὶ παράγοντι ἐκεῖθεν τῷ ἰησοῦ ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες ἐλέησον ἡμᾶς υἱὲ δαβίδ
TR1550 28 ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί καὶ λέγει αὐτοῖς ὁ ἰησοῦς πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι λέγουσιν αὐτῷ ναί κύριε
TR1550 29 τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν
TR1550 30 καὶ ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί καὶ ἐνεβριμησατο αὐτοῖς ὁ ἰησοῦς λέγων ὁρᾶτε μηδεὶς γινωσκέτω
TR1550 31 οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ
TR1550 32 αὐτῶν δὲ ἐξερχομένων ἰδού προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν δαιμονιζόμενον
TR1550 33 καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες ὅτι οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ ἰσραήλ
TR1550 34 οἱ δὲ φαρισαῖοι ἔλεγον ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια
TR1550 35 καὶ περιῆγεν ὁ ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ
TR1550 36 ἰδὼν δὲ τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν ὅτι ἦσαν ἐκλελυμένοι καὶ ἐῤῥιμμένοι ὡσεὶ πρόβατα μὴ ἔχοντα ποιμένα
TR1550 37 τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ ὁ μὲν θερισμὸς πολύς οἱ δὲ ἐργάται ὀλίγοι
TR1550 38 δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées