Lueur.org - Un éclairage sur la foi

Comparer

Philémon 1

TR1550 1 παῦλος δέσμιος χριστοῦ ἰησοῦ, καὶ τιμόθεος ὁ ἀδελφὸς, φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν

TR1550 2 καὶ ἀπφίᾳ τῇ ἀγαπητῇ, καὶ ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν, καὶ τῇ κατ᾽ οἶκόν σου ἐκκλησίᾳ

TR1550 3 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν, καὶ κυρίου ἰησοῦ χριστοῦ

TR1550 4 εὐχαριστῶ τῷ θεῷ μου, πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου

TR1550 5 ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἔχεις πρὸς τὸν κύριον ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους

TR1550 6 ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ὑμῖν εἰς χριστὸν ἰησοῦν

TR1550 7 χάριν γὰρ ἔχομεν πολλὴν καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ

TR1550 8 διὸ πολλὴν ἐν χριστῷ παῤῥησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον

TR1550 9 διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ τοιοῦτος ὢν ὡς παῦλος πρεσβύτης νυνὶ δὲ καὶ δέσμιος ἰησοῦ χριστοῦ

TR1550 10 παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς μου ὀνήσιμον

TR1550 11 τὸν ποτέ σοι ἄχρηστον νυνὶ δέ σοι καὶ ἐμοὶ εὔχρηστον

TR1550 12 ὃν ἀνέπεμψα σὺ δὲ αὐτὸν τουτέστι τὰ ἐμὰ σπλάγχνα προσλαβοῦ

TR1550 13 ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν ἵνα ὑπὲρ σοῦ διακονῇ μοι ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου

TR1550 14 χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ ἀλλὰ κατὰ ἑκούσιον

TR1550 15 τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς

TR1550 16 οὐκέτι ὡς δοῦλον ἀλλ᾽ ὑπὲρ δοῦλον ἀδελφὸν ἀγαπητὸν μάλιστα ἐμοὶ πόσῳ δὲ μᾶλλόν σοι καὶ ἐν σαρκὶ καὶ ἐν κυρίῳ

TR1550 17 εἰ οὖν ἐμὲ ἔχεις κοινωνὸν προσλαβοῦ αὐτὸν ὡς ἐμέ

TR1550 18 εἰ δέ τι ἠδίκησέν σε ἢ ὀφείλει τοῦτο ἐμοὶ ἐλλόγει

TR1550 19 ἐγὼ παῦλος ἔγραψα τῇ ἐμῇ χειρὶ ἐγὼ ἀποτίσω ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις

TR1550 20 ναὶ ἀδελφέ ἐγώ σου ὀναίμην ἐν κυρίῳ ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν κυρίῳ

TR1550 21 πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι εἰδὼς ὅτι καὶ ὑπὲρ ὃ λέγω ποιήσεις

TR1550 22 ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν

TR1550 23 ἀσπάζονταί σε ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν χριστῷ ἰησοῦ

TR1550 24 μάρκος ἀρίσταρχος δημᾶς λουκᾶς οἱ συνεργοί μου

TR1550 25 Ἡ χάρις τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν ἀμήν

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées