Comparer
Philippiens 4:10-19TR1550 10 ἐχάρην δὲ ἐν κυρίῳ μεγάλως ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν ἐφ᾽ ᾧ καὶ ἐφρονεῖτε ἠκαιρεῖσθε δέ
TR1550 11 οὐχ ὅτι καθ᾽ ὑστέρησιν λέγω ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμι αὐτάρκης εἶναι
TR1550 12 οἶδα δὲ ταπεινοῦσθαι οἶδα καὶ περισσεύειν ἐν παντὶ καὶ ἐν πᾶσιν μεμύημαι καὶ χορτάζεσθαι καὶ πεινᾶν καὶ περισσεύειν καὶ ὑστερεῖσθαι
TR1550 13 πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με χριστῷ
TR1550 14 πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές μου τῇ θλίψει
TR1550 15 οἴδατε δὲ καὶ ὑμεῖς φιλιππήσιοι ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου ὅτε ἐξῆλθον ἀπὸ μακεδονίας οὐδεμία μοι ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήψεως, εἰ μὴ ὑμεῖς μόνοι
TR1550 16 ὅτι καὶ ἐν φεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μοι ἐπέμψατε
TR1550 17 οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα ἀλλ᾽ ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν
TR1550 18 ἀπέχω δὲ πάντα καὶ περισσεύω πεπλήρωμαι δεξάμενος παρὰ ἐπαφροδίτου τὰ παρ᾽ ὑμῶν ὀσμὴν εὐωδίας θυσίαν δεκτήν εὐάρεστον τῷ θεῷ
TR1550 19 ὁ δὲ θεός μου πληρώσει πᾶσαν χρείαν ὑμῶν κατὰ τὸν πλοῦτον αὐτοῦ ἐν δόξῃ ἐν χριστῷ ἰησοῦ
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées