Lueur.org - Un éclairage sur la foi

Comparer

Romains 10:14-11:10

TR1550 14 πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν πῶς δὲ ἀκούσουσιν χωρὶς κηρύσσοντος

TR1550 15 πῶς δὲ κηρύξουσιν ἐὰν μὴ ἀποσταλῶσιν καθὼς γέγραπται ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά

TR1550 16 ἀλλ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ ἠσαΐας γὰρ λέγει κύριε τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν

TR1550 17 ἄρα ἡ πίστις ἐξ ἀκοῆς ἡ δὲ ἀκοὴ διὰ ῥήματος φεοῦ

TR1550 18 ἀλλὰ λέγω μὴ οὐκ ἤκουσαν μενοῦνγε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν

TR1550 19 ἀλλὰ λέγω μὴ οὐκ ἔγνω ἰσραὴλ πρῶτος μωσῆς λέγει ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ᾽ οὐκ ἔθνει ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς

TR1550 20 ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν

TR1550 21 πρὸς δὲ τὸν ἰσραὴλ λέγει ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα

TR1550 1 λέγω οὖν μὴ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ μὴ γένοιτο καὶ γὰρ ἐγὼ ἰσραηλίτης εἰμί ἐκ σπέρματος ἀβραάμ φυλῆς βενιαμίν

TR1550 2 οὐκ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω ἢ οὐκ οἴδατε ἐν ἠλίᾳ τί λέγει ἡ γραφή ὡς ἐντυγχάνει τῷ θεῷ κατὰ τοῦ ἰσραήλ λέγων,

TR1550 3 κύριε τοὺς προφήτας σου ἀπέκτειναν καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν κἀγὼ ὑπελείφθην μόνος καὶ ζητοῦσιν τὴν ψυχήν μου

TR1550 4 ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ βάαλ

TR1550 5 οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ᾽ ἐκλογὴν χάριτος γέγονεν

TR1550 6 εἰ δὲ χάριτι οὐκέτι ἐξ ἔργων ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις εἰ δὲ ἐξ ἔργων οὐκέτι ἐστὶν χάρις ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστίν ἔργον

TR1550 7 τί οὖν ὃ ἐπιζητεῖ ἰσραήλ τούτου οὐκ ἐπέτυχεν ἡ δὲ ἐκλογὴ ἐπέτυχεν οἱ δὲ λοιποὶ ἐπωρώθησαν

TR1550 8 καθὼς γέγραπται ἕδωκεν αὐτοῖς ὁ θεὸς πνεῦμα κατανύξεως ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ ὦτα τοῦ μὴ ἀκούειν ἕως τῆς σήμερον ἡμέρας

TR1550 9 καὶ δαβὶδ λέγει γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς θήραν καὶ εἰς σκάνδαλον καὶ εἰς ἀνταπόδομα αὐτοῖς

TR1550 10 σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν καὶ τὸν νῶτον αὐτῶν διαπαντός σύγκαμψον

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées