Lueur.org - Un éclairage sur la foi

Comparer

Romains 16

TR1550 1 συνίστημι δὲ ὑμῖν φοίβην τὴν ἀδελφὴν ἡμῶν οὖσαν διάκονον τῆς ἐκκλησίας τῆς ἐν κεγχρεαῖς

TR1550 2 ἵνα αὐτὴν προσδέξησθε ἐν κυρίῳ ἀξίως τῶν ἁγίων καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι καὶ γὰρ αὐτὴ προστάτις πολλῶν ἐγενήθη καὶ αὐτοῦ ἐμοῦ

TR1550 3 ἀσπάσασθε πρίσκιλλαν καὶ ἀκύλαν τοὺς συνεργούς μου ἐν χριστῷ ἰησοῦ

TR1550 4 οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν

TR1550 5 καὶ τὴν κατ᾽ οἶκον αὐτῶν ἐκκλησίαν ἀσπάσασθε ἐπαίνετον τὸν ἀγαπητόν μου ὅς ἐστιν ἀπαρχὴ τῆς ἀχαΐας εἰς χριστόν

TR1550 6 ἀσπάσασθε μαρίαμ, ἥτις πολλὰ ἐκοπίασεν εἰς ἡμᾶς

TR1550 7 ἀσπάσασθε ἀνδρόνικον καὶ ἰουνιᾶν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις οἳ καὶ πρὸ ἐμοῦ γέγονασιν ἐν χριστῷ

TR1550 8 ἀσπάσασθε ἀμπλίαν τὸν ἀγαπητόν μου ἐν κυρίῳ

TR1550 9 ἀσπάσασθε οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν χριστῷ καὶ στάχυν τὸν ἀγαπητόν μου

TR1550 10 ἀσπάσασθε ἀπελλῆν τὸν δόκιμον ἐν χριστῷ ἀσπάσασθε τοὺς ἐκ τῶν ἀριστοβούλου

TR1550 11 ἀσπάσασθε ἡροδίωνα τὸν συγγενῆ μου ἀσπάσασθε τοὺς ἐκ τῶν ναρκίσσου τοὺς ὄντας ἐν κυρίῳ

TR1550 12 ἀσπάσασθε τρύφαιναν καὶ τρυφῶσαν τὰς κοπιώσας ἐν κυρίῳ ἀσπάσασθε περσίδα τὴν ἀγαπητήν ἥτις πολλὰ ἐκοπίασεν ἐν κυρίῳ

TR1550 13 ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν κυρίῳ καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ

TR1550 14 ἀσπάσασθε ἀσύγκριτον φλέγοντα ἑρμᾶν πατροβᾶν ἑρμῆν καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς

TR1550 15 ἀσπάσασθε φιλόλογον καὶ ἰουλίαν νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ καὶ ὀλυμπᾶν καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους

TR1550 16 ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τοῦ χριστοῦ

TR1550 17 παρακαλῶ δὲ ὑμᾶς ἀδελφοί σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας καὶ ἐκκλίνατε ἀπ᾽ αὐτῶν

TR1550 18 οἱ γὰρ τοιοῦτοι τῷ κυρίῳ ἡμῶν ἰησοῦ χριστῷ οὐ δουλεύουσιν ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσιν τὰς καρδίας τῶν ἀκάκων

TR1550 19 ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο χαίρω οὖν τὸ ἐφ᾽ ὑμῖν θέλω δὲ ὑμᾶς σοφοὺς μέν εἶναι εἰς τὸ ἀγαθόν ἀκεραίους δὲ εἰς τὸ κακόν

TR1550 20 ὁ δὲ θεὸς τῆς εἰρήνης συντρίψει τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει ἡ χάρις τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ μεθ᾽ ὑμῶν

TR1550 21 ἀσπάζονταί ὑμᾶς τιμόθεος ὁ συνεργός μου καὶ λούκιος καὶ ἰάσων καὶ σωσίπατρος οἱ συγγενεῖς μου

TR1550 22 ἀσπάζομαι ὑμᾶς ἐγὼ τέρτιος ὁ γράψας τὴν ἐπιστολὴν ἐν κυρίῳ

TR1550 23 ἀσπάζεται ὑμᾶς γάϊος ὁ ξένος μου καὶ τῆς ἐκκλησίας ὅλης ἀσπάζεται ὑμᾶς ἕραστος ὁ οἰκονόμος τῆς πόλεως καὶ κούαρτος ὁ ἀδελφός

TR1550 24 ἡ χάρις τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ μετὰ πάντων ὑμῶν ἀμήν

TR1550 25 τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα ἰησοῦ χριστοῦ κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου

TR1550 26 φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν κατ᾽ ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος

TR1550 27 μόνῳ σοφῷ θεῷ διὰ ἰησοῦ χριστοῦ ᾧ ἡ δόξα εἰς τοὺς αἶῶνας

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées