Lueur.org - Un éclairage sur la foi

Comparer

Romains 2

TR1550 1 διὸ ἀναπολόγητος εἶ ὦ ἄνθρωπε πᾶς ὁ κρίνων ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον σεαυτὸν κατακρίνεις τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων

TR1550 2 οἴδαμεν δὲ ὅτι τὸ κρίμα τοῦ θεοῦ ἐστιν κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας

TR1550 3 λογίζῃ δὲ τοῦτο ὦ ἄνθρωπε ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας καὶ ποιῶν αὐτά ὅτι σὺ ἐκφεύξῃ τὸ κρίμα τοῦ θεοῦ

TR1550 4 ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιάν σε ἄγει

TR1550 5 κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ θεοῦ

TR1550 6 ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ

TR1550 7 τοῖς μὲν καθ᾽ ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσιν ζωὴν αἰώνιον

TR1550 8 τοῖς δὲ ἐξ ἐριθείας καὶ ἀπειθοῦσιν μὲν τῇ ἀληθείᾳ πειθομένοις δὲ τῇ ἀδικίᾳ θυμός καὶ ὀργὴ

TR1550 9 θλῖψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν ἰουδαίου τε πρῶτον καὶ ἕλληνος

TR1550 10 δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν ἰουδαίῳ τε πρῶτον καὶ ἕλληνι

TR1550 11 οὐ γάρ ἐστιν προσωποληψία παρὰ τῷ θεῷ

TR1550 12 ὅσοι γὰρ ἀνόμως ἥμαρτον ἀνόμως καὶ ἀπολοῦνται καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον διὰ νόμου κριθήσονται

TR1550 13 οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ θεῷ ἀλλ᾽ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται

TR1550 14 ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσιν νόμος

TR1550 15 οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων

TR1550 16 ἐν ἡμέρᾳ ὅτε κρίνει ὁ θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ ἰησοῦ χριστοῦ

TR1550 17 Ἴδε σὺ ἰουδαῖος ἐπονομάζῃ καὶ ἐπαναπαύῃ τῷ νόμῳ καὶ καυχᾶσαι ἐν θεῷ

TR1550 18 καὶ γινώσκεις τὸ θέλημα καὶ δοκιμάζεις τὰ διαφέροντα κατηχούμενος ἐκ τοῦ νόμου

TR1550 19 πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν φῶς τῶν ἐν σκότει

TR1550 20 παιδευτὴν ἀφρόνων διδάσκαλον νηπίων ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ

TR1550 21 ὁ οὖν διδάσκων ἕτερον σεαυτὸν οὐ διδάσκεις ὁ κηρύσσων μὴ κλέπτειν κλέπτεις

TR1550 22 ὁ λέγων μὴ μοιχεύειν μοιχεύεις ὁ βδελυσσόμενος τὰ εἴδωλα ἱεροσυλεῖς

TR1550 23 ὃς ἐν νόμῳ καυχᾶσαι διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζεις

TR1550 24 τὸ γὰρ ὄνομα τοῦ θεοῦ δι᾽ ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσιν καθὼς γέγραπται

TR1550 25 περιτομὴ μὲν γὰρ ὠφελεῖ ἐὰν νόμον πράσσῃς ἐὰν δὲ παραβάτης νόμου ᾖς ἡ περιτομή σου ἀκροβυστία γέγονεν

TR1550 26 ἐὰν οὖν ἡ ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάσσῃ οὐχί ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται

TR1550 27 καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκροβυστία τὸν νόμον τελοῦσα σὲ τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου

TR1550 28 οὐ γὰρ ὁ ἐν τῷ φανερῷ ἰουδαῖός ἐστιν οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή

TR1550 29 ἀλλ᾽ ὁ ἐν τῷ κρυπτῷ ἰουδαῖος καὶ περιτομὴ καρδίας ἐν πνεύματι οὐ γράμματι οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων ἀλλ᾽ ἐκ τοῦ θεοῦ

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées