Lueur.org - Un éclairage sur la foi

Comparer

Romains 7:14-25

TR1550 14 οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν ἐγὼ δὲ σάρκικός εἰμι πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν

TR1550 15 ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω οὐ γὰρ ὃ θέλω τοῦτο πράσσω ἀλλ᾽ ὃ μισῶ τοῦτο ποιῶ

TR1550 16 εἰ δὲ ὃ οὐ θέλω τοῦτο ποιῶ σύμφημι τῷ νόμῳ ὅτι καλός

TR1550 17 νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ ἀλλ᾽ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία

TR1550 18 οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί τουτέστιν ἐν τῇ σαρκί μου ἀγαθόν τὸ γὰρ θέλειν παράκειταί μοι τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὐχ εὑρίσκω

TR1550 19 οὐ γὰρ ὃ θέλω ποιῶ ἀγαθόν ἀλλ᾽ ὃ οὐ θέλω κακὸν τοῦτο πράσσω

TR1550 20 εἰ δὲ ὃ οὐ θέλω ἐγὼ τοῦτο ποιῶ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ ἀλλ᾽ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία

TR1550 21 εὑρίσκω ἄρα τὸν νόμον τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλὸν ὅτι ἐμοὶ τὸ κακὸν παράκειται

TR1550 22 συνήδομαι γὰρ τῷ νόμῳ τοῦ θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον

TR1550 23 βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσίν μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσίν μου

TR1550 24 ταλαίπωρος ἐγὼ ἄνθρωπος τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου

TR1550 25 ἐυχάριστῶ τῷ θεῷ διὰ ἰησοῦ χριστοῦ τοῦ κυρίου ἡμῶν ἄρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοῒ δουλεύω νόμῳ θεοῦ τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées