Lueur.org - Un éclairage sur la foi

Comparer

Romains 7

KJV 1 Know ye not, brethren, (for I speak to them that know the law,) how that the law hath dominion over a man as long as he liveth?

TR1550 1 ἢ ἀγνοεῖτε ἀδελφοί γινώσκουσιν γὰρ νόμον λαλῶ ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ᾽ ὅσον χρόνον ζῇ

KJV 2 For the woman which hath an husband is bound by the law to her husband so long as he liveth; but if the husband be dead, she is loosed from the law of her husband.

TR1550 2 ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός

KJV 3 So then if, while her husband liveth, she be married to another man, she shall be called an adulteress: but if her husband be dead, she is free from that law; so that she is no adulteress, though she be married to another man.

TR1550 3 ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίσει ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα γενομένην ἀνδρὶ ἑτέρῳ

KJV 4 Wherefore, my brethren, ye also are become dead to the law by the body of Christ; that ye should be married to another, even to him who is raised from the dead, that we should bring forth fruit unto God.

TR1550 4 ὥστε ἀδελφοί μου καὶ ὑμεῖς ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ χριστοῦ εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ τῷ ἐκ νεκρῶν ἐγερθέντι ἵνα καρποφορήσωμεν τῷ θεῷ

KJV 5 For when we were in the flesh, the motions of sins, which were by the law, did work in our members to bring forth fruit unto death.

TR1550 5 ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκί τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ

KJV 6 But now we are delivered from the law, that being dead wherein we were held; that we should serve in newness of spirit, and not in the oldness of the letter.

TR1550 6 νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου ἀποθανόντες ἐν ᾧ κατειχόμεθα ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος καὶ οὐ παλαιότητι γράμματος

KJV 7 What shall we say then? Is the law sin? God forbid. Nay, I had not known sin, but by the law: for I had not known lust, except the law had said, Thou shalt not covet.

TR1550 7 τί οὖν ἐροῦμεν ὁ νόμος ἁμαρτία μὴ γένοιτο ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ νόμου τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν εἰ μὴ ὁ νόμος ἔλεγεν οὐκ ἐπιθυμήσεις

KJV 8 But sin, taking occasion by the commandment, wrought in me all manner of concupiscence. For without the law sin was dead.

TR1550 8 ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά

KJV 9 For I was alive without the law once: but when the commandment came, sin revived, and I died.

TR1550 9 ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ ἐλθούσης δὲ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀνέζησεν ἐγὼ δὲ ἀπέθανον

KJV 10 And the commandment, which was ordained to life, I found to be unto death.

TR1550 10 καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν αὕτη εἰς θάνατον

KJV 11 For sin, taking occasion by the commandment, deceived me, and by it slew me.

TR1550 11 ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς ἐξηπάτησέν με καὶ δι᾽ αὐτῆς ἀπέκτεινεν

KJV 12 Wherefore the law is holy, and the commandment holy, and just, and good.

TR1550 12 ὥστε ὁ μὲν νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή

KJV 13 Was then that which is good made death unto me? God forbid. But sin, that it might appear sin, working death in me by that which is good; that sin by the commandment might become exceeding sinful.

TR1550 13 τὸ οὖν ἀγαθὸν ἐμοὶ γέγονεν θάνατος μὴ γένοιτο ἀλλὰ ἡ ἁμαρτία ἵνα φανῇ ἁμαρτία διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον ἵνα γένηται καθ᾽ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς

KJV 14 For we know that the law is spiritual: but I am carnal, sold under sin.

TR1550 14 οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν ἐγὼ δὲ σάρκικός εἰμι πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν

KJV 15 For that which I do I allow not: for what I would, that do I not; but what I hate, that do I.

TR1550 15 ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω οὐ γὰρ ὃ θέλω τοῦτο πράσσω ἀλλ᾽ ὃ μισῶ τοῦτο ποιῶ

KJV 16 If then I do that which I would not, I consent unto the law that it is good.

TR1550 16 εἰ δὲ ὃ οὐ θέλω τοῦτο ποιῶ σύμφημι τῷ νόμῳ ὅτι καλός

KJV 17 Now then it is no more I that do it, but sin that dwelleth in me.

TR1550 17 νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ ἀλλ᾽ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία

KJV 18 For I know that in me (that is, in my flesh,) dwelleth no good thing: for to will is present with me; but how to perform that which is good I find not.

TR1550 18 οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί τουτέστιν ἐν τῇ σαρκί μου ἀγαθόν τὸ γὰρ θέλειν παράκειταί μοι τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὐχ εὑρίσκω

KJV 19 For the good that I would I do not: but the evil which I would not, that I do.

TR1550 19 οὐ γὰρ ὃ θέλω ποιῶ ἀγαθόν ἀλλ᾽ ὃ οὐ θέλω κακὸν τοῦτο πράσσω

KJV 20 Now if I do that I would not, it is no more I that do it, but sin that dwelleth in me.

TR1550 20 εἰ δὲ ὃ οὐ θέλω ἐγὼ τοῦτο ποιῶ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ ἀλλ᾽ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία

KJV 21 I find then a law, that, when I would do good, evil is present with me.

TR1550 21 εὑρίσκω ἄρα τὸν νόμον τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλὸν ὅτι ἐμοὶ τὸ κακὸν παράκειται

KJV 22 For I delight in the law of God after the inward man:

TR1550 22 συνήδομαι γὰρ τῷ νόμῳ τοῦ θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον

KJV 23 But I see another law in my members, warring against the law of my mind, and bringing me into captivity to the law of sin which is in my members.

TR1550 23 βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσίν μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσίν μου

KJV 24 O wretched man that I am! who shall deliver me from the body of this death?

TR1550 24 ταλαίπωρος ἐγὼ ἄνθρωπος τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου

KJV 25 I thank God through Jesus Christ our Lord. So then with the mind I myself serve the law of God; but with the flesh the law of sin.

TR1550 25 ἐυχάριστῶ τῷ θεῷ διὰ ἰησοῦ χριστοῦ τοῦ κυρίου ἡμῶν ἄρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοῒ δουλεύω νόμῳ θεοῦ τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées