Comparer
Romains 9TR1550 1 ἀλήθειαν λέγω ἐν χριστῷ οὐ ψεύδομαι συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν πνεύματι ἁγίῳ
TR1550 2 ὅτι λύπη μοί ἐστιν μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου
TR1550 3 ηὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα
TR1550 4 οἵτινές εἰσιν ἰσραηλῖται ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθῆκαι καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι
TR1550 5 ὧν οἱ πατέρες καὶ ἐξ ὧν ὁ χριστὸς τὸ κατὰ σάρκα ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας ἀμήν
TR1550 6 οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ θεοῦ οὐ γὰρ πάντες οἱ ἐξ ἰσραήλ οὗτοι ἰσραήλ
TR1550 7 οὐδ᾽ ὅτι εἰσὶν σπέρμα ἀβραάμ πάντες τέκνα ἀλλ᾽ ἐν ἰσαὰκ κληθήσεταί σοι σπέρμα
TR1550 8 τουτέστιν οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ θεοῦ ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα
TR1550 9 ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι καὶ ἔσται τῇ σάῤῥᾳ υἱός
TR1550 10 οὐ μόνον δέ ἀλλὰ καὶ ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα ἰσαὰκ τοῦ πατρὸς ἡμῶν
TR1550 11 μήπω γὰρ γεννηθέντων μηδὲ πραξάντων τι ἀγαθὸν ἢ κακόν, ἵνα ἡ κατ᾽ ἐκλογὴν τοῦ θεοῦ πρόθεσις μένῃ οὐκ ἐξ ἔργων ἀλλ᾽ ἐκ τοῦ καλοῦντος
TR1550 12 ἐῤῥήθη αὐτῇ ὅτι ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι
TR1550 13 καθὼς γέγραπται τὸν ἰακὼβ ἠγάπησα τὸν δὲ ἠσαῦ ἐμίσησα
TR1550 14 τί οὖν ἐροῦμεν μὴ ἀδικία παρὰ τῷ θεῷ μὴ γένοιτο
TR1550 15 τῷ γὰρ μωσῇ λέγει ἐλεήσω ὃν ἂν ἐλεῶ καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω
TR1550 16 ἄρα οὖν οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ
TR1550 17 λέγει γὰρ ἡ γραφὴ τῷ φαραὼ ὅτι εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ
TR1550 18 ἄρα οὖν ὃν θέλει ἐλεεῖ ὃν δὲ θέλει σκληρύνει
TR1550 19 ἐρεῖς οὖν μοι τί ἔτι μέμφεται τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν
TR1550 20 μενοῦνγε ὦ ἄνθρωπε σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι τί με ἐποίησας οὕτως
TR1550 21 ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος ὃ δὲ εἰς ἀτιμίαν
TR1550 22 εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν
TR1550 23 καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους ἃ προητοίμασεν εἰς δόξαν
TR1550 24 οὓς καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ ἰουδαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν
TR1550 25 ὡς καὶ ἐν τῷ ὡσηὲ λέγει καλέσω τὸν οὐ λαόν μου λαόν μου καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην
TR1550 26 καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐῤῥήθη αὐτοῖς οὐ λαός μου ὑμεῖς ἐκεῖ κληθήσονται υἱοὶ θεοῦ ζῶντος
TR1550 27 ἠσαΐας δὲ κράζει ὑπὲρ τοῦ ἰσραήλ ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης τὸ κατάλειμμα σωθήσεται
TR1550 28 λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσυνῃ ὅτι λόγον συντετμημένον ποιήσει κύριος ἐπὶ τῆς γῆς
TR1550 29 καὶ καθὼς προείρηκεν ἠσαΐας εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα ὡς σόδομα ἂν ἐγενήθημεν καὶ ὡς γόμοῤῥα ἂν ὡμοιώθημεν
TR1550 30 τί οὖν ἐροῦμεν ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην κατέλαβεν δικαιοσύνην δικαιοσύνην δὲ τὴν ἐκ πίστεως
TR1550 31 ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης εἰς νόμον δικαιοσύνης, οὐκ ἔφθασεν
TR1550 32 διατί ὅτι οὐκ ἐκ πίστεως, ἀλλ᾽ ὡς ἐξ ἔργων νόμου προσέκοψαν γὰρ τῷ λίθῳ τοῦ προσκόμματος,
TR1550 33 καθὼς γέγραπται ἰδού, τίθημι ἐν σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου καὶ πᾶς ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ καταισχυνθήσεται
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées