Lueur.org - Un éclairage sur la foi
Luc 8:27-35
(Stephanus 1550)
27 ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ὑπήντησεν αὐτῷ ἀνήρ τις ἐκ τῆς πόλεως ὅς εἶχέν δαιμόνια ἐκ χρόνων ἱκανῶν καὶ ἱμάτιον οὐκ ἐνεδιδύσκετο, καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν ἀλλ᾽ ἐν τοῖς μνήμασιν 28 ἰδὼν δὲ τὸν ἰησοῦν καὶ ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπεν τί ἐμοὶ καὶ σοί ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου δέομαί σου μή με βασανίσῃς 29 παρήγγελλεν γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν καὶ ἐδεσμεῖτο ἁλύσεσιν καὶ πέδαις φυλασσόμενος καὶ διαῤῥήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμονος εἰς τὰς ἐρήμους 30 ἐπηρώτησεν δὲ αὐτὸν ὁ ἰησοῦς λέγων, τί σοι ἐστιν ὄνομά ὁ δὲ εἶπεν λεγεών ὅτι δαιμόνια πολλὰ εἰσῆλθεν εἰς αὐτόν 31 καὶ παρεκάλει αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν 32 ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένων ἐν τῷ ὄρει καὶ παρεκάλουν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν καὶ ἐπέτρεψεν αὐτοῖς 33 ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθεν εἰς τοὺς χοίρους καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη 34 ἰδόντες δὲ οἱ βόσκοντες τὸ γεγενημένον ἔφυγον καὶ ἀπελθόντες ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς 35 ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονὸς καὶ ἦλθον πρὸς τὸν ἰησοῦν καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον ἀφ᾽ οὗ τὰ δαιμόνια ἐξεληλύθει, ἱματισμένον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας τοῦ ἰησοῦ καὶ ἐφοβήθησαν

Références croisées

8:27 Mc 5:2-5, 1S 19:24, Nb 19:16, Es 65:4
Réciproques : 2Ch 28:15, Dn 4:16, Mt 4:24, Mt 8:28, Lc 8:35, Lc 8:43, Lc 13:11, Ap 18:2
8:28 Lc 4:33-36, Mt 8:29, Mc 1:24-27, Mc 5:6-8, Ac 16:16-18, Lc 8:37-38, Es 27:1, 2P 2:4, 1Jn 3:8, Jc 2:19, Ap 20:1-3, Ap 20:10
Réciproques : 1R 17:18, Jb 21:14, Jr 11:15, Mt 8:34, Mt 12:43, Mt 14:33, Mc 3:11, Mc 5:7, Mc 5:22, Lc 4:7, Lc 4:34, Lc 8:31, Lc 16:23, Ac 16:17, Ac 19:15, Rm 8:15, 1Co 14:25, Ap 18:2
8:29 Mc 5:8, Ac 19:12-16, Lc 9:39, Lc 9:42, Mc 5:3-5, Mc 9:20-26, 2Tm 2:25-26
Réciproques : Jb 2:6, Mt 8:28, Mt 17:18, Mc 9:25, Ac 19:16
8:30 Mt 26:53, Mc 5:9, Lc 8:2, Mt 8:29, Mc 16:9
Réciproques : Mt 8:31
8:31 Lc 8:28, Jb 1:11, Jb 2:5, Ph 2:10-11, Mt 25:41, Ap 9:2, Ap 19:20, Ap 20:2-3, Ap 20:14, Ap 20:15
Réciproques : 2P 2:4, Ap 9:1
8:32 Lv 11:7, Es 65:4, Es 66:3, Mt 8:30-33, Mc 5:11-13, Jb 1:10, Ps 62:11, Jn 19:11, 1Jn 4:4, 1R 22:22, Jb 1:12, Jb 2:6, Ap 20:7
Réciproques : Jb 38:11, Lc 15:15, Jn 13:27
8:33 Jn 8:44, 1P 5:8, Ap 9:11
Réciproques : Lv 11:7, Jb 1:12, Jb 38:11, Mt 8:32, Jn 13:27
8:34 Mt 8:33, Mt 28:11, Mc 5:14, Ac 19:16-17
Réciproques : Jn 17:9
8:35 Es 49:24-25, Es 53:12, He 2:14-15, 1Jn 3:8, Lc 2:46, Lc 10:39, Mc 5:15, Ac 22:3, Lc 8:27, Lc 15:17, Ps 51:10
Réciproques : Gn 28:17, Dt 33:3, 2R 4:38, 2Ch 28:15, Ez 20:1, Mt 11:29, Ac 19:16, 2Tm 1:7, Tt 2:2

Notes de la Bible Stephanus 1550

Cette version n'a pas de note