Marc 11:12-26
(Stephanus 1550)
12
καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ βηθανίας ἐπείνασεν
13
καὶ ἰδὼν συκῆν μακρόθεν ἔχουσαν φύλλα ἦλθεν εἰ ἄρα εὑρήσει τι ἐν αὐτῇ καὶ ἐλθὼν ἐπ᾽ αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα οὐ γὰρ ἦν καιρὸς σύκων
14
καὶ ἀποκριθεὶς ὁ ἰησοῦς εἶπεν αὐτῇ μηκέτι ἐκ σοῦ εἰς τὸν αἰῶνα μηδεὶς καρπὸν φάγοι καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ
15
καὶ ἔρχονται εἰς ἱεροσόλυμα καὶ εἰσελθὼν ὁ ἰησοῦς εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψεν
16
καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ
17
καὶ ἐδίδασκεν λέγων αὐτοῖς, οὐ γέγραπται ὅτι ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν ὑμεῖς δὲ εποιήσατε αὐτὸν σπήλαιον λῃστῶν
18
καὶ ἤκουσαν οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσουσιν ἐφοβοῦντο γὰρ αὐτόν ὅτι πᾶς ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ
19
καὶ ὅτε ὀψὲ ἐγένετο ἐξεπορεύετο ἔξω τῆς πόλεως
20
καὶ πρωῒ παραπορευόμενοι εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν
21
καὶ ἀναμνησθεὶς ὁ πέτρος λέγει αὐτῷ ῥαββί ἴδε ἡ συκῆ ἣν κατηράσω ἐξήρανται
22
καὶ ἀποκριθεὶς ἰησοῦς λέγει αὐτοῖς ἕχετε πίστιν θεοῦ
23
ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀλλὰ πιστεύσῃ ὅτι ἃ λέγεῖ γίνεται ἔσται αὐτῷ ὃ ἐὰν εἴπῃ
24
διὰ τοῦτο λέγω ὑμῖν πάντα ὅσα ἄν προσεύχομενοι αἰτεῖσθε πιστεύετε ὅτι λαμβάνετέ καὶ ἔσται ὑμῖν
25
καὶ ὅταν στήκητε προσευχόμενοι ἀφίετε εἴ τι ἔχετε κατά τινος ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν
26
εἰ δὲ ὑμεῖς οὖκ ἀφίετε, οὐδε ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφησεὶ τὰ παραπτώματα ὑμῶν
Références croisées
11:12 Mt 21:18-22, Mt 4:2, Lc 4:2, Jn 4:6-7, Jn 4:31-33, Jn 19:28, He 2:17Réciproques : Mt 26:6, Lc 13:6, Lc 21:37, Jn 18:2
11:13 Mt 21:19, Lc 13:6-9, Rt 2:3, 1S 6:9, Lc 10:31, Lc 12:6-7, Es 5:7
Réciproques : Ct 6:11, Es 5:2, Mt 21:18, Jn 14:12
11:14 Mc 11:20-21, Es 5:5-6, Mt 3:10, Mt 7:19, Mt 12:33-35, Mt 21:19, Mt 21:33, Mt 21:44, Jn 15:6, Dt 6:4-8, Dt 11:26-31, 2P 2:20, Ap 22:11
Réciproques : 2R 2:24, He 6:8
11:15 Mt 21:12-16, Lc 19:45, Jn 2:13-17, Dt 14:25-26
Réciproques : Ne 13:8, Ps 69:9, Za 14:21, Mc 14:49, Jn 2:14
11:17 1R 8:41-48, Es 56:7, Es 60:7, Lc 19:46, Jr 7:11, Os 12:7, Jn 2:16
Réciproques : Ps 74:3, Pr 29:24, Es 1:23, Es 23:11, Mt 21:13, Jn 10:10, Rm 2:22, Ap 18:15
11:18 Mc 3:6, Mc 12:12, Mc 14:1-2, Es 49:7, Mt 21:15, Mt 21:38, Mt 21:39, Mt 21:45, Mt 21:46, Mt 26:3-4, Lc 19:47, Jn 11:53-57, Mc 11:32, Mc 6:20, 1R 18:17-18, 1R 21:20, 1R 22:8, 1R 22:18, Mt 21:46, Ac 24:25, Ap 11:5-10, Mc 1:22, Mt 7:28, Lc 4:22, Jn 7:46
Réciproques : Jn 7:30
11:19 Mc 11:11, Lc 21:37, Jn 12:36
Réciproques : Mt 21:17, Lc 22:39
11:20 Mc 11:14, Jb 18:16-17, Jb 20:5-7, Es 5:4, Es 40:24, Mt 13:6, Mt 15:13, Mt 21:19-20, Jn 15:6, He 6:8, Jud 1:12
Réciproques : Jb 8:17, Ez 17:10
11:21 Pr 3:33, Za 5:3-4, Mt 25:41, 1Co 16:22
Réciproques : 2R 2:24, Ml 4:6, Mt 21:20, Mc 11:14, He 6:8
11:22 Mc 9:23, 2Ch 20:20, Ps 62:8, Es 7:9, Jn 14:1, Tt 1:1, Col 2:12
Réciproques : Nb 20:8, Js 10:14, 2R 2:10, Mt 14:29, Mt 21:21, Lc 8:50, Lc 17:6, Ac 3:16, 1Co 12:9, 1Co 13:2, Jc 1:6, Jc 5:15
11:23 Mt 17:20, Mt 21:21, Lc 17:6, 1Co 13:2, Mt 14:13, Rm 4:18-25, He 11:17-19, Jc 1:5-6, Ps 37:4, Jn 14:13, Jn 15:7
Réciproques : Za 14:4, Mt 5:18, Mt 14:29, Mt 14:31, Mc 9:18, Mc 9:23, Ac 3:16, 1Co 12:9, 1Tm 2:8, He 10:22, Ap 8:8
11:24 Mt 7:7-11, Mt 18:19, Mt 21:22, Lc 11:9-13, Lc 18:1-8, Jn 14:13, Jn 15:7, Jn 16:23-27, Jc 1:5-6, Jc 5:15-18, 1Jn 3:22, 1Jn 5:14-15
Réciproques : 1R 3:5, Es 45:11, Es 65:24, 1Co 14:13, 2Co 6:13, 1Tm 2:8, He 10:22
11:25 Za 3:1, Lc 18:11, Ap 11:4, Mt 6:12, Mt 6:14, Mt 6:15, Mt 18:23-35, Lc 6:37, Ep 4:32, Col 3:13, Jc 2:13
Réciproques : Mt 5:7, Mt 18:22, 1Tm 2:8, Phm 1:12
11:26 Réciproques : Mt 6:12, Mt 6:14, Mt 18:22, Mt 18:35, Lc 6:37, Ep 4:32