Lueur.org - Un éclairage sur la foi
Marc 2-4
(Stephanus 1550)
   1 καὶ πάλιν εἰσῆλθεν εἰς καπερναοὺμ δι᾽ ἡμερῶν καὶ ἠκούσθη ὅτι εἰς οἶκον ἐστίν 2 καὶ εὐθὲως συνήχθησαν πολλοὶ ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν καὶ ἐλάλει αὐτοῖς τὸν λόγον 3 καὶ ἔρχονται πρὸς αὐτὸν παραλυτικὸν φέροντες αἰρόμενον ὑπὸ τεσσάρων 4 καὶ μὴ δυνάμενοι προσεγγίσαι αὐτῷ διὰ τὸν ὄχλον ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν καὶ ἐξορύξαντες χαλῶσιν τὸν κράββατον ἐφ᾽ ὧ ὁ παραλυτικὸς κατέκειτο 5 ἰδὼν δὲ ὁ ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ τέκνον ἀφέωνται σοι αἱ ἁμαρτίαι σου 6 ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν 7 τί οὗτος οὕτως λαλεῖ βλασφημὶας τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ θεός 8 καὶ εὐθὲως ἐπιγνοὺς ὁ ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως διαλογίζονται ἐν ἑαυτοῖς εἶπεν αὐτοῖς τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν 9 τί ἐστιν εὐκοπώτερον εἰπεῖν τῷ παραλυτικῷ ἀφέωνταί σοί αἱ ἁμαρτίαι ἢ εἰπεῖν ἕγειραι καὶ ἆρον σου τὸν κράββατον καὶ περιπάτει 10 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας λέγει τῷ παραλυτικῷ 11 σοὶ λέγω ἔγειραι καὶ ἆρον τὸν κράββατον σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου 12 καὶ ἠγέρθη εὐθὲως, καὶ ἄρας τὸν κράββατον ἐξῆλθεν ἐναντίον πάντων ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν θεὸν λέγοντας ὅτι οὐδέποτε οὕτως εἴδομεν 13 καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν καὶ ἐδίδασκεν αὐτούς 14 καὶ παράγων εἶδεν λευὶν τὸν τοῦ ἁλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον καὶ λέγει αὐτῷ ἀκολούθει μοι καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ 15 καὶ ἐγενέτο ἐν τῷ κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τὦ ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ ἦσαν γὰρ πολλοὶ καὶ ἠκολούθησαν αὐτῷ 16 καὶ οἱ γραμματεῖς καὶ οἱ φαρισαῖοι, ἰδόντες αὐτὸν ἐσθίοντα μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ τι ὅτι μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει καὶ πίνει 17 καὶ ἀκούσας ὁ ἰησοῦς λέγει αὐτοῖς οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ᾽ οἱ κακῶς ἔχοντες οὐκ ἦλθον καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλούς εἰς μετάνοιαν 18 καὶ ἦσαν οἱ μαθηταὶ ἰωάννου καὶ οἱ τῶν φαρισαίων νηστεύοντες καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ διατί οἱ μαθηταὶ ἰωάννου καὶ οἱ τῶν φαρισαίων νηστεύουσιν οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν 19 καὶ εἶπεν αὐτοῖς ὁ ἰησοῦς μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ᾽ αὐτῶν ἐστιν νηστεύειν ὅσον χρόνον μεθ᾽ ἑαυτῶν ἔχουσιν τὸν νυμφίον οὐ δύνανται νηστεύειν 20 ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος καὶ τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραῖς 21 καὶ οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιῤῥάπτει ἐπὶ ἱμάτίῳ παλαιῷ εἰ δὲ μή αἴρει τὸ πλήρωμα αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ και χεῖρον σχίσμα γίνεται 22 καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς εἰ δὲ μή ῥήσσει ὁ οἶνος ὁ νέος τοὺς ἀσκούς καὶ ὁ οἶνος ἐκχεῖται, καὶ οἱ ἀσκοί ἀπόλοῦνται ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινούς βλητέον 23 καὶ ἐγένετο παραπορεύεσθαι αὐτὸν ἐν τοῖς σάββασιν διὰ τῶν σπορίμων καὶ ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας 24 καὶ οἱ φαρισαῖοι ἔλεγον αὐτῷ Ἴδε τί ποιοῦσιν ἐν τοῖς σάββασιν ὃ οὐκ ἔξεστιν 25 καὶ αὐτὸς ἔλεγεν αὐτοῖς οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν δαβίδ, ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτός καὶ οἱ μετ᾽ αὐτοῦ 26 πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ ἐπὶ ἀβιαθὰρ τοῦ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ τοῖς ἱερεῦσιν καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν 27 καὶ ἔλεγεν αὐτοῖς τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον 28 ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου

Marc 3

   1 καὶ εἰσῆλθεν πάλιν εἰς τὴν συναγωγήν καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα 2 καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασιν θεραπεύσει αὐτόν ἵνα κατηγορήσωσιν αὐτοῦ 3 καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ἐξηραμμένην ἔχοντι τὴν χεῖρα ἐγεῖραι εἰς τὸ μέσον 4 καὶ λέγει αὐτοῖς ἕξεστιν τοῖς σάββασιν ἀγαθοποιῆσαι, ἢ κακοποιῆσαι ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι οἱ δὲ ἐσιώπων 5 καὶ περιβλεψάμενος αὐτοὺς μετ᾽ ὀργῆς συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν λέγει τῷ ἀνθρώπῳ ἕκτεινον τὴν χεῖρα σου καὶ ἐξέτεινεν καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη 6 καὶ ἐξελθόντες οἱ φαρισαῖοι εὐθὲως μετὰ τῶν ἡρῳδιανῶν συμβούλιον ἐποίουν κατ᾽ αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν 7 καὶ ὁ ἰησοῦς ἀνεχώρησεν μετὰ τῶν μαθητῶν αὐτοῦ πρὸς τὴν θάλασσαν καὶ πολὺ πλῆθος ἀπὸ τῆς γαλιλαίας ἠκολούθησαν αὐτῶ, καὶ ἀπὸ τῆς ἰουδαίας 8 καὶ ἀπὸ ἱεροσολύμων καὶ ἀπὸ τῆς ἰδουμαίας καὶ πέραν τοῦ ἰορδάνου καὶ οἱ περὶ τύρον καὶ σιδῶνα πλῆθος πολύ ἀκούσαντες ὅσα ἐποίει ἦλθον πρὸς αὐτόν 9 καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον ἵνα μὴ θλίβωσιν αὐτόν 10 πολλοὺς γὰρ ἐθεράπευσεν ὥστε ἐπιπίπτειν αὐτῷ ἵνα αὐτοῦ ἅψωνται ὅσοι εἶχον μάστιγας 11 καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα ὅταν αὐτὸν ἐθεώρει, προσέπιπτεν αὐτῷ καὶ ἔκραζεν λέγοντα, ὅτι σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ 12 καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ αὐτὸν φανερὸν ποιήσωσιν 13 καὶ ἀναβαίνει εἰς τὸ ὄρος καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός καὶ ἀπῆλθον πρὸς αὐτόν 14 καὶ ἐποίησεν δώδεκα ἵνα ὦσιν μετ᾽ αὐτοῦ καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν 15 καὶ ἔχειν ἐξουσίαν θεραπεύειν τὰς νόσους καὶ ἐκβάλλειν τὰ δαιμόνια 16 καὶ ἐπέθηκεν τῷ σίμωνι ὄνομα πέτρον 17 καὶ ἰάκωβον τὸν τοῦ ξεβεδαίου καὶ ἰωάννην τὸν ἀδελφὸν τοῦ ἰακώβου καὶ ἐπέθηκεν αὐτοῖς ὀνόματα βοανεργές ὅ ἐστιν υἱοὶ βροντῆς 18 καὶ ἀνδρέαν καὶ φίλιππον καὶ βαρθολομαῖον καὶ ματθαῖον, καὶ φωμᾶν καὶ ἰάκωβον τὸν τοῦ ἁλφαίου καὶ φαδδαῖον καὶ σίμωνα τὸν κανανίτην, 19 καὶ ἰούδαν ἰσκαριώτην, ὃς καὶ παρέδωκεν αὐτόν καὶ ἔρχονται εἴς οἶκον 20 καὶ συνέρχεται πάλιν ὄχλος ὥστε μὴ δύνασθαι αὐτοὺς μήτε ἄρτον φαγεῖν 21 καὶ ἀκούσαντες οἱ παρ᾽ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν ἔλεγον γὰρ ὅτι ἐξέστη 22 καὶ οἱ γραμματεῖς οἱ ἀπὸ ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι βεελζεβοὺλ ἔχει καὶ ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια 23 καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς πῶς δύναται σατανᾶς σατανᾶν ἐκβάλλειν 24 καὶ ἐὰν βασιλεία ἐφ᾽ ἑαυτὴν μερισθῇ οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη 25 καὶ ἐὰν οἰκία ἐφ᾽ ἑαυτὴν μερισθῇ οὐ δύναται σταθῆναι ἡ οἰκία ἐκείνη 26 καὶ εἰ ὁ σατανᾶς ἀνέστη ἐφ᾽ ἑαυτὸν καὶ μεμερίσται, οὐ δύναται σταθῆναι, ἀλλὰ τέλος ἔχει 27 οὐ δύναται οὐδεὶς τὰ σκεύη τοῦ ἰσχυροῦ εἰσελθὼν εἰς τὴν οἰκίαν αὐτοῦ διαρπάσαι ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει 28 ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται τὰ ἁμαρτήματα τοῖς υἱοῖς τῶν ἀνθρώπων καὶ βλασφημίαι ὅσας ἂν βλασφημήσωσιν 29 ὃς δ᾽ ἂν βλασφημήσῃ εἰς τὸ πνεῦμα τὸ ἅγιον οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα ἀλλ᾽ ἔνοχός ἐστιν αἰωνίου κρίσεως, 30 ὅτι ἔλεγον πνεῦμα ἀκάθαρτον ἔχει 31 ἔρχονται οῦν οἱ ἀδελφοὶ καὶ ἡ μήτηρ αὐτοῦ καὶ ἔξω ἑστῶτες ἀπέστειλαν πρὸς αὐτὸν φωνοῦντες αὐτόν 32 καὶ ἐκάθητο ὄχλος περὶ αὐτὸν εἶπον δὲ αὐτῷ ἰδού, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ζητοῦσίν σε 33 καὶ ἀπεκριθη αὐτοῖς λέγων, τίς ἐστιν ἡ μήτηρ μου ἡ οἱ ἀδελφοί μου 34 καὶ περιβλεψάμενος κύκλῳ τοὺς περὶ αὐτὸν καθημένους λέγει Ἴδε ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου 35 ὃς γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ θεοῦ οὗτος ἀδελφός μου καὶ ἀδελφὴ μου καὶ μήτηρ ἐστίν

Marc 4

   1 καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν καὶ συνήχθη πρὸς αὐτὸν ὄχλος πολύς, ὥστε αὐτὸν ἐμβάντα εἰς τὸ πλοῖον καθῆσθαι ἐν τῇ θαλάσσῃ καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ἦν 2 καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ 3 ἀκούετε ἰδού, ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι 4 καὶ ἐγένετο ἐν τῷ σπείρειν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν καὶ ἦλθεν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτό 5 ἄλλο δὲ ἔπεσεν ἐπὶ τὸ πετρῶδες ὅπου οὐκ εἶχεν γῆν πολλήν καὶ εὐθὲως ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς 6 ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη 7 καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό καὶ καρπὸν οὐκ ἔδωκεν 8 καὶ ἄλλο ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ αὐξανόντα, καὶ ἔφερεν ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν 9 καὶ ἔλεγεν αὐτοῖς, ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω 10 ὅτε δὲ ἐγένετο καταμόνας, ἠρώτησαν αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα τὴν παραβολήν 11 καὶ ἔλεγεν αὐτοῖς ὑμῖν δέδοται γνῶναι τὸ μυστήριον τῆς βασιλείας τοῦ θεοῦ ἐκείνοις δὲ τοῖς ἔξω ἐν παραβολαῖς τὰ πάντα γίνεται 12 ἵνα βλέποντες βλέπωσιν καὶ μὴ ἴδωσιν καὶ ἀκούοντες ἀκούωσιν καὶ μὴ συνιῶσιν μήποτε ἐπιστρέψωσιν καὶ ἀφεθῇ αὐτοῖς τὰ ἁμαρτήματα 13 καὶ λέγει αὐτοῖς οὐκ οἴδατε τὴν παραβολὴν ταύτην καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε 14 ὁ σπείρων τὸν λόγον σπείρει 15 οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν ὅπου σπείρεται ὁ λόγος καὶ ὅταν ἀκούσωσιν εὐθὲως ἔρχεται ὁ σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον ἐν ταῖς καρδίαις αὐτῶν 16 καὶ οὗτοί εἰσιν ὁμοίως οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι οἳ ὅταν ἀκούσωσιν τὸν λόγον εὐθὲως μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν 17 καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς ἀλλὰ πρόσκαιροί εἰσιν εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον εὐθὲως σκανδαλίζονται 18 καὶ οὗτοί εἰσὶν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι οὑτοί εἰσιν οἱ τὸν λόγον ἀκούοντες 19 καὶ αἱ μέριμναι τοῦ αἰῶνος τούτου, καὶ ἡ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσιν τὸν λόγον καὶ ἄκαρπος γίνεται 20 καὶ οὗτοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες οἵτινες ἀκούουσιν τὸν λόγον καὶ παραδέχονται καὶ καρποφοροῦσιν ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν 21 καὶ ἔλεγεν αὐτοῖς μήτι ὁ λύχνος ἔρχεται ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν ἐπιτεθῇ 22 οὐ γάρ ἐστιν τί κρυπτὸν ὁ ἐὰν μὴ φανερωθῇ οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλ᾽ ἵνα εἰς φανερόν ἔλθῃ 23 εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω 24 καὶ ἔλεγεν αὐτοῖς βλέπετε τί ἀκούετε ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν καὶ προστεθήσεται ὑμῖν τοῖς ἀκούουσιν 25 ὃς γὰρ ἂν ἔχῃ, δοθήσεται αὐτῷ καὶ ὃς οὐκ ἔχει καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ 26 καὶ ἔλεγεν οὕτως ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ ὡς ἐάν ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς 27 καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν καὶ ὁ σπόρος βλαστάνῃ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός 28 αὐτομάτη γὰρ ἡ γῆ καρποφορεῖ πρῶτον χόρτον εἶτα στάχυν εἶτα πλήρη σῖτον ἐν τῷ στάχυϊ 29 ὅταν δὲ παραδῷ ὁ καρπός εὐθέως ἀποστέλλει τὸ δρέπανον ὅτι παρέστηκεν ὁ θερισμός 30 καὶ ἔλεγεν τίνι ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ θεοῦ ἢ ἐν ποὶα παραβολῇ παραβάλωμεν αὐτὴν 31 ὡς κόκκῳ σινάπεως ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς μικρότερος πάντων τῶν σπερμάτων ἐστὶν τῶν ἐπὶ τῆς γῆς 32 καὶ ὅταν σπαρῇ ἀναβαίνει καὶ γίνεται πάντων τῶν λαχάνων μείζων καὶ ποιεῖ κλάδους μεγάλους ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν 33 καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον καθὼς ἠδύναντο ἀκούειν 34 χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς κατ᾽ ἰδίαν δὲ τοῖς μαθηταῖς αὐτοῦ ἐπέλυεν πάντα 35 καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὀψίας γενομένης διέλθωμεν εἰς τὸ πέραν 36 καὶ ἀφέντες τὸν ὄχλον παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ καὶ ἄλλα δὲ πλοιάρια ἦν μετ᾽ αὐτοῦ 37 καὶ γίνεται λαῖλαψ ἀνέμου μεγάλη τὰ δὲ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον ὥστε αὐτό ἤδη γεμίζεσθαι 38 καὶ ἦν αὐτὸς ἐπὶ τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων καὶ διεγείρουσιν αὐτὸν καὶ λέγουσιν αὐτῷ διδάσκαλε οὐ μέλει σοι ὅτι ἀπολλύμεθα 39 καὶ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ εἶπεν τῇ θαλάσσῃ σιώπα πεφίμωσο καὶ ἐκόπασεν ὁ ἄνεμος καὶ ἐγένετο γαλήνη μεγάλη 40 καὶ εἶπεν αὐτοῖς τί δειλοί ἐστε οὕτως πῶς οὐκ ἔχετε πίστιν 41 καὶ ἐφοβήθησαν φόβον μέγαν καὶ ἔλεγον πρὸς ἀλλήλους τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ

Références croisées

2:1 Mc 1:45, Mt 9:1, Lc 5:18, Mc 7:24, Lc 18:35-38, Jn 4:47, Ac 2:6
Réciproques : Mt 8:5, Mt 9:2, Mt 14:35, Mc 1:21, Mc 6:55, Lc 5:15, Lc 18:37
2:2 Mc 2:13, Mc 1:33, Mc 1:37, Mc 1:45, Mc 4:1-2, Lc 5:17, Lc 12:1, Mc 1:14, Mc 6:34, Ps 40:9, Mt 5:2, Lc 8:1, Lc 8:11, Ac 8:25, Ac 11:19, Ac 14:25, Ac 16:6, Rm 10:8, 2Tm 4:2
Réciproques : Mc 4:14, Lc 5:15, Jc 1:19
2:3 Mt 9:1, Mt 9:2-8, Lc 5:18-26
Réciproques : Mt 8:6, Mt 8:16, Mc 8:22, Ac 5:16, Ac 8:7, Ac 9:33
2:4 Dt 22:8, Lc 5:19
Réciproques : Mt 9:2, Ac 5:16
2:5 Gn 22:12, Jn 2:25, Ac 11:23, Ac 14:9, Ep 2:8, 1Th 1:3-4, Jc 2:18-22, Mc 2:9-10, Es 53:11, Mt 9:2, Lc 5:20, Lc 7:47-50, Ac 5:31, 2Co 2:10, Col 3:13, Mc 5:34, Mt 9:22, Lc 8:48, Jb 33:17-26, Ps 32:1-5, Ps 90:7-9, Ps 103:3, Es 38:17, Jn 5:14, 1Co 11:30, Jc 5:15
Réciproques : Lc 7:48, Jn 20:23
2:6 Mc 8:17, Mt 16:7-8, Lc 5:21-22, 2Co 10:5
Réciproques : 1R 12:26, Ps 10:11, Ps 35:25, Es 29:20, Mt 9:3, Mc 9:14, Lc 7:39
2:7 Mc 14:64, Mt 9:3, Mt 26:65, Jn 10:33, Jn 10:36, Jb 14:4, Ps 130:4, Es 43:25, Dn 9:9, Mi 7:18, Lc 5:21, Lc 7:49, Jn 20:20-23
Réciproques : Es 29:20, Mt 9:6, Mc 2:16, Mc 2:24, Lc 7:39, Lc 9:10
2:8 1Ch 29:17, Mt 9:4, Lc 5:22, Lc 6:8, Lc 7:39-40, Jn 2:24-25, Jn 6:64, Jn 21:17, He 4:13, Ap 2:23, Mc 7:21, Ps 139:2, Pr 15:26, Pr 24:9, Es 55:7, Ez 38:10, Lc 24:38, Ac 5:3, Ac 8:22
Réciproques : Gn 18:15, Ps 35:25, Ez 11:5, Mt 12:25, Mt 22:18, Mc 8:17, Mc 9:33
2:9 Mt 9:5, Lc 5:22-25, Mc 2:5
Réciproques : Lc 5:23, Jn 5:11
2:10 Dn 7:13-14, Mt 9:6-8, Mt 16:13, Jn 5:20-27, Ac 5:31, 1Tm 1:13-16
Réciproques : Ps 103:3, Mc 2:5
2:11 Mc 1:41, Jn 5:8-10, Jn 6:63
Réciproques : Ps 103:3, Ac 3:9, Ac 14:9
2:12 Mc 1:27, Mt 9:8, Mt 12:23, Lc 7:16, Mt 15:31, Lc 5:26, Lc 13:13, Lc 17:15, Ac 4:21, Mt 9:33, Jn 7:31, Jn 9:32
Réciproques : Mc 6:51, Mc 7:35, Mc 7:37, Jn 15:24, Ac 2:7, Ac 3:9, Ac 14:9
2:13 Mt 9:9, Mt 13:1, Mc 2:2, Mc 3:7-8, Mc 3:20, Mc 3:21, Mc 4:1, Pr 1:20-22, Lc 19:48, Lc 21:38
Réciproques : Mc 1:45, Lc 5:27
2:14 Mc 3:18, Mt 9:9, Lc 5:27, Mc 3:18, Lc 6:15, Ac 1:13, Mc 1:17-20, Mt 4:19-22
Réciproques : Mt 10:3, Mt 19:21, Mt 19:27
2:15 Mt 9:10-11, Mt 21:31-32, Lc 5:29-30, Lc 6:17, Lc 15:1
2:16 Mc 2:7, Es 65:5, Lc 15:2-7, Lc 18:11, Lc 19:7, Lc 19:10, 1Co 2:15, He 12:3, Mt 18:17
Réciproques : Mt 9:10, Mt 9:11, Mc 2:24, Mc 7:5, Mc 8:11
2:17 Mt 9:12-13, Lc 5:31-32, Lc 15:7, Lc 15:29, Lc 16:15, Jn 9:34, Jn 9:40, Es 1:18, Es 55:7, Mt 18:11, Lc 15:10, Lc 19:10, Ac 20:21, Ac 26:20, Rm 5:6-8, Rm 5:20, Rm 5:21, 1Co 6:9-11, 1Tm 1:15-16, Tt 2:14, Tt 3:3-7
Réciproques : 2Ch 16:12, Jb 13:4, Ez 34:16, Mt 9:10
2:18 Mt 9:14-17, Lc 5:33-39, Mt 6:16, Mt 6:18, Mt 23:5, Lc 18:12, Rm 10:3
2:19 Gn 29:22, Jg 14:10-11, Ps 45:14, Ct 6:8, Mt 25:1-10
Réciproques : Jn 16:4
2:20 Ps 45:11, Ct 3:11, Es 54:5, Es 62:5, Jn 3:29, 2Co 11:2, Ap 19:7, Ap 21:9, Za 13:7, Mt 26:31, Jn 7:33-34, Jn 12:8, Jn 13:33, Jn 16:7, Jn 16:28, Jn 17:11, Jn 17:13, Ac 1:9, Ac 3:21, Ac 13:2-3, Ac 14:23, 1Co 7:5, 2Co 6:5, 2Co 11:27
Réciproques : Mt 25:1
2:21 Ps 103:13-15, Es 57:16, 1Co 10:13, Mt 9:16
Réciproques : Mt 12:46, Lc 5:36, 1Co 1:10
2:22 Js 9:4, Js 9:13, Jb 32:19, Ps 119:80, Ps 119:83, Mt 9:17, Lc 5:37-38
Réciproques : Lc 5:36
2:23 Mt 12:1-8, Lc 6:1-5, Dt 23:24-25
Réciproques : Jn 9:14
2:24 Mc 2:7, Mc 2:16, Mt 7:3-5, Mt 15:2-3, Mt 23:23-24, He 12:3, Ex 20:10, Ex 31:15, Ex 35:2-3, Nb 15:32-36, Ne 13:15-22, Es 56:2, Es 56:4, Es 56:6, Es 58:13, Jr 17:20-27
Réciproques : Lc 6:2, Jn 5:10
2:25 Mc 12:20, Mc 12:26, Mt 19:4, Mt 21:16, Mt 21:42, Mt 22:31, Lc 10:26, 1S 21:3-6
Réciproques : 1S 21:6, Mt 12:3, Mc 12:10, Lc 6:3
2:26 2S 8:17, 1Ch 18:16, 1R 2:26-27, 1S 22:20-22, 1S 23:6, 1S 23:9, 2S 8:17, 2S 15:24, 2S 15:29, 2S 15:35, 2S 20:25, 1R 1:7, 1R 2:22, 1R 2:26, 1R 2:27, 1R 4:4, Ex 29:32-33, Lv 24:5-9
Réciproques : Lv 24:9, 1S 21:1, 1S 30:7, Mt 12:3, Lc 6:3
2:27 Ex 23:12, Dt 5:14, Ne 9:13-14, Es 58:13, Ez 20:12, Ez 20:20, Lc 6:9, Jn 7:23, 1Co 3:21-22, 2Co 4:15, Col 2:16
Réciproques : Gn 2:3, Ex 16:23, Ex 20:11, Mc 3:4, Lc 6:5, Lc 13:16
2:28 Mc 3:4, Mt 12:8, Lc 6:5, Lc 13:15-16, Jn 5:9-11, Jn 5:17, Jn 9:5-11, Jn 9:14, Jn 9:16, Ep 1:22, Ap 1:10
Réciproques : Ex 16:23, Ex 20:11, Ez 20:12
2:1 Mc 1:21, Mt 12:9-14, Lc 6:6-11, 1R 13:4, Jn 5:3
Réciproques : Jn 9:14
2:2 Ps 37:32, Es 29:20-21, Jr 20:10, Dn 6:4, Lc 6:7, Lc 11:53-54, Lc 14:1, Lc 20:20, Jn 9:16
Réciproques : Mt 12:2, Mc 1:32, Lc 13:14, Jn 5:9
2:3 Es 42:4, Dn 6:10, Lc 6:8, Jn 9:4, 1Co 15:58, Ga 6:9, Ph 1:14, Ph 1:28-30, 1P 4:1
2:4 Mc 2:27-28, Os 6:6, Mt 12:10-12, Lc 6:9, Lc 13:13-17, Lc 14:1-5, Mc 9:34
Réciproques : Mt 12:12, Lc 14:3, Jn 5:10, Jn 7:19, Ga 6:10
2:5 Lc 6:10, Lc 13:15, Ep 4:26, Ap 6:16, Gn 6:6, Jg 10:16, Ne 13:8, Ps 95:10, Es 63:9-10, Lc 19:40-44, Ep 4:30, He 3:10, He 3:17, Es 6:9-10, Es 42:18-20, Es 44:18-20, Mt 13:14-15, Rm 11:7-10, Rm 11:25, 2Co 3:14, Ep 4:18, 1R 13:6, Mt 12:13, Lc 6:10, Lc 17:14, Jn 5:8-9, Jn 9:7, He 5:9
Réciproques : Gn 30:2, Gn 31:36, Ex 11:8, Ex 16:20, Ex 32:19, Lv 10:16, Nb 11:10, Nb 16:15, 1S 11:6, 1S 20:34, 2R 13:19, Ne 5:6, Jb 32:2, Ps 119:158, Ps 139:21, Mt 18:31, Mc 6:52, Mc 8:12, Mc 8:17, Mc 8:33, Mc 10:14, Mc 10:23, Lc 20:17, Jn 11:33, Jn 13:21, Ac 13:9, Ac 17:16, 1Co 13:5, 2Co 7:11
2:6 Ps 109:3-4, Mt 12:14, Lc 6:11, Lc 20:19-20, Lc 22:2, Jn 11:53, Mc 8:15, Mc 12:13, Mt 22:16
Réciproques : Mc 11:18, Jn 5:16, Jn 7:19
2:7 Mt 10:23, Mt 12:15, Lc 6:12, Jn 10:39-41, Jn 11:53-54, Ac 14:5-6, Ac 17:10, Ac 17:14, Mt 4:25, Lc 6:17, Mc 1:39, Js 20:7, Js 21:32, Lc 23:5, Jn 7:41, Jn 7:52
Réciproques : Mt 8:1, Mt 21:17, Mc 2:13, Mc 6:31, Mc 6:55, Mc 7:24, Lc 5:15, Jn 4:3, Ac 10:38
2:8 Es 34:5, Ez 35:15, Ez 36:5, Ml 1:2-4, Nb 32:33-38, Js 13:8-14, Mc 7:24, Mc 7:31, Js 19:28-29, Ps 45:12, Ps 87:4, Es 23:1-18, Ez 26:1, Ez 28:26
Réciproques : Es 23:18, Mt 14:35, Mc 2:13, Lc 6:17
2:9 Mc 5:30, Jn 6:15
Réciproques : Mc 3:20, Mc 4:36, Mc 5:24, Lc 5:1
2:10 Mt 12:15, Mt 14:14, Mc 5:27-28, Mc 6:56, Mt 14:36, Ac 5:15, Ac 19:11-12, Mc 5:29, Gn 12:17, Nb 11:33, Lc 7:2, He 12:6
Réciproques : Mt 4:23, Mc 5:24, Lc 4:40, Lc 6:19, Lc 7:21
2:11 Mc 1:23-24, Mc 5:5-6, Mt 8:31, Lc 4:41, Ac 16:17, Ac 19:13-17, Jc 2:19, Mc 1:1, Mt 4:3, Mt 4:6, Mt 8:29, Mt 14:33, Lc 8:28
Réciproques : 1S 5:3, Mt 12:22, Mc 1:25, Mc 5:7, Lc 4:35
2:12 Mc 1:25, Mc 1:34, Mt 12:16, Ac 16:18
Réciproques : Mc 1:43, Mc 5:43, Mc 7:36, Lc 4:35
2:13 Mt 10:1-4, Lc 6:12-16
Réciproques : Mt 5:1, Mc 6:7, Lc 6:13, Lc 9:1
2:14 Jn 15:16, Ac 1:24-25, Ga 1:1, Ga 1:15-20, Lc 9:1-6, Lc 10:1-11, Lc 24:47, Ac 1:8
Réciproques : Js 4:4, Mt 10:1, Mc 6:7, Ac 14:23
2:15 Réciproques : Mt 10:1
2:16 Mc 1:16, Mt 16:16-18, Jn 1:42, 1Co 1:12, 1Co 3:22, 1Co 9:5, Ga 2:7-9, 2P 1:1
Réciproques : Ex 31:2, Mt 10:2, Lc 8:1, Ac 1:13, Ac 10:5
2:17 Mc 1:19-20, Mc 5:37, Mc 9:2, Mc 10:35, Mc 14:33, Jn 21:2, Jn 21:20-25, Ac 12:1, Es 58:1, Jr 23:29, He 4:12, Ap 10:11
Réciproques : Jb 39:19, Mi 3:8, Mt 4:21, Mt 10:2, Ac 4:36
2:18 Jn 1:40, Jn 6:8, Jn 12:21-22, Ac 1:13, Jn 1:43-45, Jn 6:5-7, Jn 14:8-9, Mt 10:3, Lc 6:14, Ac 1:13, Mc 2:14, Mt 9:9, Lc 5:27-29, Lc 6:15, Jn 11:16, Jn 20:24-29, Jn 21:2, Ac 1:13, Mc 6:3, Mt 10:3, Mt 13:55, Lc 6:15, Ac 15:13, Ac 21:18, 1Co 9:5, 1Co 15:7, Ga 1:19, Ga 2:9, Jc 1:1, Mc 2:14, Mt 10:3, Lc 6:16, Jn 14:22, Ac 1:13, Jud 1:1, Mt 10:4, Lc 6:15, Ac 1:13
Réciproques : Mt 10:2, Mc 1:16, Jn 1:44
2:19 Mt 26:14-16, Mt 26:47, Mt 27:3-5, Jn 6:64, Jn 6:71, Jn 12:4-6, Jn 13:2, Jn 13:26-30, Ac 1:16-25
Réciproques : Mt 10:4, Mc 3:21, Ac 1:17
2:20 Mc 3:9, Mc 6:31, Lc 6:17, Jn 4:31-34
Réciproques : Mt 5:1, Mc 2:13, Mc 5:24
2:21 Mc 3:19, Mc 3:31, Jn 7:3-10, 2R 9:11, Jr 29:26, Os 9:7, Jn 10:20, Ac 26:24, 2Co 5:13
Réciproques : 1S 17:28, 2S 6:20, 2Ch 15:16, Es 59:15, Ez 3:25, Mc 2:13, Mc 3:33, Mc 6:36, Lc 8:19, Lc 10:40, Jn 7:5, Jn 7:20
2:22 Mc 7:1, Mt 15:1, Lc 5:17, Ps 22:6, Mt 9:34, Mt 10:25, Mt 12:24, Lc 11:15, Jn 7:20, Jn 8:48, Jn 8:52, Jn 10:22
Réciproques : 2R 1:2, 2R 1:3, Ez 11:5, Mc 3:30, Mc 5:10
2:23 Ps 49:4, Mt 13:34, Mt 12:25-30, Lc 11:17-23
Réciproques : Mc 4:2
2:24 Jg 9:23-57, Jg 12:1-6, 2S 20:1, 2S 20:6, 1R 12:16-20, Es 9:20-21, Es 19:2-3, Ez 37:22, Za 11:14, Jn 17:21, 1Co 1:10-13, Ep 4:3-6
2:25 Gn 13:7-8, Gn 37:4, Ps 133:1, Ga 5:15, Jc 3:16
2:27 Gn 3:15, Es 27:1, Es 49:24-26, Es 53:12, Es 61:1, Mt 12:29, Lc 10:17-20, Lc 11:21-23, Jn 12:31, Rm 16:20, Ep 6:10-13, Col 2:15, He 2:14, 1Jn 3:8, 1Jn 4:4, Ap 12:7-9, Ap 20:1-3
2:28 Mt 12:31-32, Lc 12:10, He 6:4-8, He 10:26-31, 1Jn 5:16
Réciproques : Lv 24:16, Mt 5:18, Mc 14:18, Ac 26:11
2:29 Mc 12:40, Mt 25:46, 2Th 1:9, Jud 1:7, Jud 1:13
Réciproques : Lv 24:16, Es 2:9, Mt 12:32, Lc 12:10, He 9:12
2:30 Mc 3:22, Jn 10:20
Réciproques : Mc 5:2, Jn 7:20
2:31 Mt 12:46-48, Lc 8:19-21
Réciproques : 2Ch 15:16, Mc 3:21, Jn 7:3, Ac 1:14, 2Co 5:16
2:32 Réciproques : Mt 12:48
2:33 Dt 33:9, Lc 2:49, Jn 2:4, 2Co 5:16, Mc 3:21, Mc 6:3, Jn 7:3-5
Réciproques : Mt 12:48, Mt 28:10
2:34 Ps 22:22, Ct 4:9-10, Ct 5:1-2, Mt 12:49-50, Mt 25:40-45, Mt 28:10, Lc 11:27-28, Jn 20:17, Rm 8:29, He 2:11-12
Réciproques : Mc 8:33, Lc 6:20, Jn 19:27
2:35 Mt 7:21, Jn 7:17, Jc 1:25, 1Jn 2:17, 1Jn 3:22-23
Réciproques : Ps 106:3, Mt 6:10, Mt 12:50, Mt 25:40, Lc 6:20, Rm 16:13, 1Th 4:3, 1P 4:2
2:1 Mc 2:13, Mt 13:1, Mt 13:2-9, Lc 8:4-8, Lc 5:1-3
Réciproques : Mt 5:1, Mc 2:2, Mc 4:36, Lc 5:3
2:2 Mc 4:11, Mc 4:34, Mc 3:23, Ps 49:4, Ps 78:2, Mt 13:3, Mt 13:10, Mt 13:34, Mt 13:35, Mc 12:38, Mt 7:28, Jn 7:16-17, Jn 18:19
Réciproques : 2Ch 17:7, Mc 2:2, Mc 12:1, Lc 5:3, Lc 8:5
2:3 Mc 4:9, Mc 4:23, Mc 7:14, Mc 7:16, Dt 4:1, Ps 34:11, Ps 45:10, Pr 7:24, Pr 8:32, Es 46:3, Es 46:12, Es 55:1-2, Ac 2:14, He 2:1-3, Jc 2:5, Ap 2:7, Ap 2:11, Ap 2:29, Mc 4:14, Mc 4:26-29, Ec 11:6, Es 28:23-26, Mt 13:3, Mt 13:24, Mt 13:26, Lc 8:5-8, Jn 4:35-38, 1Co 3:6-9
2:4 Mc 4:15, Gn 15:11, Mt 13:4, Mt 13:19, Lc 8:5, Lc 8:12
Réciproques : Mc 4:26
2:5 Mc 4:16-17, Ez 11:19, Ez 36:26, Os 10:12, Am 6:12, Mt 13:5-6, Mt 13:20, Lc 8:6, Lc 8:13
Réciproques : 1Jn 2:19
2:6 Ct 1:6, Es 25:4, Jon 4:8, Jc 1:11, Ap 7:16, Ps 1:3-4, Ps 92:13-15, Jr 17:5-8, Ep 3:17, Col 2:7, 2Th 2:10, Jud 1:12
Réciproques : Mc 4:17, Lc 8:6, 1Jn 2:19
2:7 Mc 4:18-19, Gn 3:17-18, Jr 4:3, Mt 13:7, Mt 13:22, Lc 8:7, Lc 8:14, Lc 12:15, Lc 21:34, 1Tm 6:9-10, 1Jn 2:15-16
2:8 Mc 4:20, Es 58:1, Jr 23:29, Mt 13:8, Mt 13:23, Lc 8:8, Lc 8:15, Jn 1:12-13, Jn 3:19-21, Jn 7:17, Jn 15:5, Ac 17:11, Col 1:6, He 4:1-2, Jc 1:19-22, 1P 2:1-3, Gn 26:12, Ph 1:11
Réciproques : Lc 4:5
2:9 Mc 4:3, Mc 4:23, Mc 4:24, Mc 7:14, Mc 7:16, Mt 11:15, Mt 13:9, Mt 15:10, Lc 8:18, Ap 3:6, Ap 3:13, Ap 3:22
Réciproques : Jb 33:1, Lc 4:5
2:10 Mc 4:34, Mc 7:17, Pr 13:20, Mt 13:10-17, Mt 13:36, Lc 8:9-15
Réciproques : Pr 28:5, Es 8:16, Mt 11:25, Mt 17:19, Mc 9:28, Mc 10:10
2:11 Mt 11:25, Mt 13:11-12, Mt 13:16, Mt 16:17, Lc 8:10, Lc 10:21-24, 1Co 4:7, 2Co 4:6, Ep 1:9, Ep 2:4-10, Tt 3:3-7, Jc 1:16-18, 1Jn 5:20, 1Co 5:12-13, Col 4:5, 1Th 4:12, 1Tm 3:7, Mt 13:13
Réciproques : 2Ch 9:2, Pr 1:6, Pr 18:1, Es 8:16, Dn 12:10, Mc 4:2, Mc 8:29, Mc 12:1, Rm 11:8, 1Co 4:1, 1Co 14:2, Col 1:26
2:12 Dt 29:4, Es 6:9-10, Es 44:18, Jr 5:21, Mt 13:14-15, Lc 8:10, Jn 12:37-41, Ac 28:25-27, Rm 11:8-10, Jr 31:18-20, Ez 18:27-32, Ac 3:19, 2Tm 2:25, He 6:6
Réciproques : Ps 80:7, Ps 106:7, Jr 36:3, Ez 12:2, Dn 8:15, Za 7:12, Mt 18:3, Mc 8:18, Lc 11:34, Jn 12:40, Ac 5:31, Ac 28:26
2:13 Mc 7:17-18, Mt 13:51-52, Mt 15:15-17, Mt 16:8-9, Lc 24:25, 1Co 3:1-2, He 5:11-14, Ap 3:19
Réciproques : Ez 17:12, Za 4:5, Mt 13:3, Jn 13:12, Jn 16:25
2:14 Mc 4:3, Es 32:20, Mt 13:19, Mt 13:37, Lc 8:11, Mc 2:2, Col 1:5-6, 1P 1:23-25
Réciproques : Mt 13:18, Mc 4:26
2:15 Mc 4:4, Gn 19:14, Es 53:1, Mt 22:5, Lc 8:12, Lc 14:18-19, Ac 17:18-20, Ac 17:32, Ac 18:14-17, Ac 25:19-20, Ac 26:31-32, He 2:1, He 12:16, Jb 1:6-12, Za 3:1, Mt 13:19, Ac 5:3, 2Co 2:11, 2Co 4:3-4, 2Th 2:9, 1P 5:8, Ap 12:9, Ap 20:2-3, Ap 20:7, Ap 20:10
Réciproques : Lc 8:5
2:16 Mc 6:20, Mc 10:17-22, Ez 33:31-32, Mt 8:19-20, Mt 13:20-21, Lc 8:13, Jn 5:35, Ac 8:13, Ac 8:18-21, Ac 24:25-26, Ac 26:28
Réciproques : 2Ch 24:2, 2Ch 26:5, Es 58:2, Ez 36:26, Mc 4:5, Lc 8:6, Jn 2:23, Ac 2:42, 1Co 15:1, He 6:5, 1Jn 2:19
2:17 Mc 4:5-6, Jb 19:28, Jb 27:8-10, Mt 12:31, Lc 12:10, Jn 8:31, Jn 15:2-7, 2Tm 1:15, 2Tm 2:17-18, 2Tm 4:10, 1Jn 2:19, Mt 11:6, Mt 13:21, Mt 24:9-10, 1Co 10:12-13, Ga 6:12, 1Th 3:3-5, 2Tm 4:16, He 10:29, Ap 2:10, Ap 2:13
Réciproques : 2Ch 24:2, 2Ch 26:5, Es 58:2, Ez 33:32, Ez 36:26, Mt 5:11, Mt 13:20, Lc 6:49, Lc 8:6, Lc 8:13, Jn 2:23, Ac 2:42, He 6:5, He 11:27, Ap 7:16
2:18 Mc 4:7, Jr 4:3, Mt 13:22, Lc 8:14
Réciproques : Mt 13:7, Lc 8:7
2:19 Lc 10:41, Lc 12:17-21, Lc 12:29, Lc 12:30, Lc 14:18-20, Lc 21:34, Ph 4:6, 2Tm 4:10, Pr 23:5, Ec 4:8, Ec 5:10-16, 1Tm 6:9-10, 1Tm 6:17, 1P 4:2-3, 1Jn 2:15-17, Es 5:2, Es 5:4, Mt 3:10, Jn 15:2, He 6:7-8, 2P 1:8, Jud 1:12
Réciproques : Jr 4:3, Mt 6:25, Mt 13:7, Mt 13:22, Mc 4:7, Lc 8:7, Lc 8:14, Ep 2:3, 2Tm 3:6
2:20 Mc 4:8, Mt 13:23, Lc 8:15, Jn 15:4-5, Rm 7:4, Ga 5:22-23, Ph 1:11, Col 1:10, 1Th 4:1, 2P 1:8, Gn 26:12
Réciproques : Lc 8:8, Lc 19:18
2:21 Es 60:1-3, Mt 5:15, Lc 8:16, Lc 11:33, 1Co 12:7, Ep 5:3-15, Ph 2:15-16, Mt 5:15
2:22 Ps 40:9-10, Ps 78:2-4, Ec 12:14, Mt 10:26-27, Lc 8:17, Lc 12:2-3, Ac 4:20, Ac 20:27, 1Co 4:5, 1Jn 1:1-3
Réciproques : Lc 8:16, Lc 11:33
2:23 Mc 4:9, Mt 11:15, Ap 2:7, Ap 2:11, Ap 2:17, Ap 2:29
Réciproques : Pr 5:1, Mt 13:9, Mc 4:3, Mc 7:16, Lc 8:18
2:24 Pr 19:27, Lc 8:18, Ac 17:11, He 2:1, 1Jn 4:1, 1P 2:2, 2P 2:1-3, Mt 7:2, Lc 6:37-38, 2Co 9:6, Mc 9:7, Es 55:3, Jn 5:25, Jn 10:16, Jn 10:27
Réciproques : Jr 17:21, Mt 13:12, Mc 4:9, Lc 6:27, Lc 11:36, Jn 10:5, Rm 10:17
2:25 Mt 13:12, Mt 25:28-29, Lc 8:18, Lc 16:9-12, Lc 19:24-26, Jn 15:2
Réciproques : Lc 11:36, Lc 19:26
2:26 Mt 3:2, Mt 4:17, Mt 13:11, Mt 13:31, Mt 13:33, Lc 13:18, Mc 4:3-4, Mc 4:14-20, Pr 11:18, Ec 11:4, Ec 11:6, Es 28:24-26, Es 32:20, Mt 13:3, Mt 13:24, Lc 8:5, Lc 8:11, Jn 4:36-38, Jn 12:24, 1Co 3:6-9, Jc 3:18, 1P 1:23-25
Réciproques : Es 61:11, Mt 13:26, Jn 3:8, 1Co 3:9, 1Co 15:38, Col 1:6
2:27 Ec 8:17, Ec 11:5, Jn 3:7-8, 1Co 15:37-38, 2Th 1:3, 2P 3:18
Réciproques : Jn 9:10
2:28 Gn 1:11-12, Gn 2:4-5, Gn 2:9, Gn 4:11-12, Es 61:11, Mc 4:31-32, Ps 1:3, Ps 92:13-14, Pr 4:18, Ec 3:1, Ec 3:11, Os 6:3, Ph 1:6, Ph 1:9-11, Col 1:10, 1Th 3:12-13, Mt 13:26
Réciproques : 2Th 1:11
2:29 Jb 5:26, 2Tm 4:7-8, Es 57:1-2, Jl 3:13, Mt 13:30, Mt 13:40-43, Ap 14:13-17
Réciproques : Ap 14:14
2:30 Lm 2:13, Mt 11:16, Lc 13:18, Lc 13:20, Lc 13:21
Réciproques : Mt 13:24, Mt 13:31, Lc 7:31, Lc 10:9, Ac 5:24
2:31 Mt 13:31-33, Lc 13:18-19, Gn 22:17-18, Ps 72:16-19, Es 2:2-3, Es 9:7, Es 49:6-7, Es 53:2, Es 53:12, Es 54:1-3, Es 60:22, Ez 17:22-24, Dn 2:34-35, Dn 2:44, Dn 2:45, Am 9:11-15, Mi 4:1-2, Za 2:11, Za 8:20-23, Za 12:8, Za 14:6-9, Ml 1:11, Ac 2:41, Ac 4:4, Ac 5:14, Ac 19:20, Ac 21:20, Ap 11:15, Ap 20:1-6
Réciproques : Jon 1:16, Mt 17:20, Mc 4:28
2:32 Pr 4:18, Es 11:9, Ps 80:9-11, Ez 31:3-10, Dn 4:10-14, Dn 4:20-22, Ps 91:1, Ct 2:3, Es 32:2, Lm 4:20
Réciproques : Ez 31:17, Mc 4:28, Lc 13:19
2:33 Mt 13:34-35, Jn 16:12, 1Co 3:1-2, He 5:11-14
Réciproques : Gn 33:14, Ez 17:2, Mt 13:10, Mt 13:53, Mt 22:1, Mc 12:1, 2Tm 2:15
2:34 Mc 4:10, Mc 7:17-23, Mt 13:36-43, Mt 15:15-20, Lc 8:9-10, Lc 24:27, Lc 24:44-46
Réciproques : 1R 10:1, 2Ch 9:2, Ps 78:2, Pr 1:6, Es 8:16, Ez 17:2, Mt 13:10, Mt 13:34, Mt 13:51, Mt 22:1, Mc 4:2, Mc 9:28, Mc 10:32, Mc 12:1, Mc 13:3, Ac 20:20
2:35 Mt 8:23, Lc 8:22, Mc 5:21, Mc 6:45, Mc 8:13, Mt 8:18, Mt 14:22, Jn 6:1, Jn 6:17, Jn 6:25
Réciproques : Mc 5:1
2:36 Mc 4:1, Mc 3:9
Réciproques : Mt 8:23
2:37 Mt 8:23-24, Lc 8:22-23, Jb 1:12, Jb 1:19, Ps 107:23-31, Jon 1:4, Ac 27:14-20, Ac 27:41, 2Co 11:25
Réciproques : Ps 93:4, Jon 1:6
2:38 Jn 4:6, He 2:17, He 4:15, 1R 18:27-29, Jb 8:5-6, Ps 44:23-24, Es 51:9-10, Mt 8:25, Lc 8:24, Ps 10:1-2, Ps 22:1-2, Ps 77:7-10, Es 40:27-28, Es 49:14-16, Es 54:6-8, Es 63:15, Es 64:12, Lm 3:8, 1P 5:7
Réciproques : Mt 8:24, Mc 8:32
2:39 Ex 14:16, Ex 14:22, Ex 14:28, Ex 14:29, Jb 38:11, Ps 29:10, Ps 93:3-4, Ps 104:7-9, Ps 107:29, Ps 148:8, Pr 8:29, Jr 5:22, Mc 9:25, Na 1:4, Lc 4:39, Ps 89:9, Lm 3:31
Réciproques : 1R 18:27, Es 17:13, Es 50:2, Ha 3:8, Mt 8:3, Mt 8:9, Mt 8:25, Mt 8:26, Mc 1:41, Mc 6:51, Lc 8:24
2:40 Ps 46:1-3, Es 42:3, Es 43:2, Mt 8:26, Mt 14:31, Lc 8:25, Jn 6:19-20, Mt 6:30, Mt 16:8
Réciproques : 1S 27:1, Pr 3:25, Es 37:6, Mt 16:11
2:41 Mc 5:33, 1S 12:18-20, 1S 12:24, Ps 89:7, Jon 1:9-10, Jon 1:15, Jon 1:16, Ml 2:5, He 12:28, Ap 15:4, Mc 7:37, Jb 38:11, Mt 8:27, Mt 14:32, Lc 4:36, Lc 8:25
Réciproques : Ps 29:10, Ps 89:9, Mt 8:26, Mc 5:42, Mc 6:51, Jn 11:43

Notes de la Bible Stephanus 1550

Cette version n'a pas de note