Lueur.org - Un éclairage sur la foi
Marc 2
(Stephanus 1550)
   1 καὶ πάλιν εἰσῆλθεν εἰς καπερναοὺμ δι᾽ ἡμερῶν καὶ ἠκούσθη ὅτι εἰς οἶκον ἐστίν 2 καὶ εὐθὲως συνήχθησαν πολλοὶ ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν καὶ ἐλάλει αὐτοῖς τὸν λόγον 3 καὶ ἔρχονται πρὸς αὐτὸν παραλυτικὸν φέροντες αἰρόμενον ὑπὸ τεσσάρων 4 καὶ μὴ δυνάμενοι προσεγγίσαι αὐτῷ διὰ τὸν ὄχλον ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν καὶ ἐξορύξαντες χαλῶσιν τὸν κράββατον ἐφ᾽ ὧ ὁ παραλυτικὸς κατέκειτο 5 ἰδὼν δὲ ὁ ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ τέκνον ἀφέωνται σοι αἱ ἁμαρτίαι σου 6 ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν 7 τί οὗτος οὕτως λαλεῖ βλασφημὶας τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ θεός 8 καὶ εὐθὲως ἐπιγνοὺς ὁ ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως διαλογίζονται ἐν ἑαυτοῖς εἶπεν αὐτοῖς τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν 9 τί ἐστιν εὐκοπώτερον εἰπεῖν τῷ παραλυτικῷ ἀφέωνταί σοί αἱ ἁμαρτίαι ἢ εἰπεῖν ἕγειραι καὶ ἆρον σου τὸν κράββατον καὶ περιπάτει 10 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας λέγει τῷ παραλυτικῷ 11 σοὶ λέγω ἔγειραι καὶ ἆρον τὸν κράββατον σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου 12 καὶ ἠγέρθη εὐθὲως, καὶ ἄρας τὸν κράββατον ἐξῆλθεν ἐναντίον πάντων ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν θεὸν λέγοντας ὅτι οὐδέποτε οὕτως εἴδομεν 13 καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν καὶ ἐδίδασκεν αὐτούς 14 καὶ παράγων εἶδεν λευὶν τὸν τοῦ ἁλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον καὶ λέγει αὐτῷ ἀκολούθει μοι καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ 15 καὶ ἐγενέτο ἐν τῷ κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τὦ ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ ἦσαν γὰρ πολλοὶ καὶ ἠκολούθησαν αὐτῷ 16 καὶ οἱ γραμματεῖς καὶ οἱ φαρισαῖοι, ἰδόντες αὐτὸν ἐσθίοντα μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ τι ὅτι μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει καὶ πίνει 17 καὶ ἀκούσας ὁ ἰησοῦς λέγει αὐτοῖς οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ᾽ οἱ κακῶς ἔχοντες οὐκ ἦλθον καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλούς εἰς μετάνοιαν 18 καὶ ἦσαν οἱ μαθηταὶ ἰωάννου καὶ οἱ τῶν φαρισαίων νηστεύοντες καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ διατί οἱ μαθηταὶ ἰωάννου καὶ οἱ τῶν φαρισαίων νηστεύουσιν οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν 19 καὶ εἶπεν αὐτοῖς ὁ ἰησοῦς μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ᾽ αὐτῶν ἐστιν νηστεύειν ὅσον χρόνον μεθ᾽ ἑαυτῶν ἔχουσιν τὸν νυμφίον οὐ δύνανται νηστεύειν 20 ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος καὶ τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραῖς 21 καὶ οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιῤῥάπτει ἐπὶ ἱμάτίῳ παλαιῷ εἰ δὲ μή αἴρει τὸ πλήρωμα αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ και χεῖρον σχίσμα γίνεται 22 καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς εἰ δὲ μή ῥήσσει ὁ οἶνος ὁ νέος τοὺς ἀσκούς καὶ ὁ οἶνος ἐκχεῖται, καὶ οἱ ἀσκοί ἀπόλοῦνται ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινούς βλητέον 23 καὶ ἐγένετο παραπορεύεσθαι αὐτὸν ἐν τοῖς σάββασιν διὰ τῶν σπορίμων καὶ ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας 24 καὶ οἱ φαρισαῖοι ἔλεγον αὐτῷ Ἴδε τί ποιοῦσιν ἐν τοῖς σάββασιν ὃ οὐκ ἔξεστιν 25 καὶ αὐτὸς ἔλεγεν αὐτοῖς οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν δαβίδ, ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτός καὶ οἱ μετ᾽ αὐτοῦ 26 πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ ἐπὶ ἀβιαθὰρ τοῦ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ τοῖς ἱερεῦσιν καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν 27 καὶ ἔλεγεν αὐτοῖς τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον 28 ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου

Références croisées

2:1 Mc 1:45, Mt 9:1, Lc 5:18, Mc 7:24, Lc 18:35-38, Jn 4:47, Ac 2:6
Réciproques : Mt 8:5, Mt 9:2, Mt 14:35, Mc 1:21, Mc 6:55, Lc 5:15, Lc 18:37
2:2 Mc 2:13, Mc 1:33, Mc 1:37, Mc 1:45, Mc 4:1-2, Lc 5:17, Lc 12:1, Mc 1:14, Mc 6:34, Ps 40:9, Mt 5:2, Lc 8:1, Lc 8:11, Ac 8:25, Ac 11:19, Ac 14:25, Ac 16:6, Rm 10:8, 2Tm 4:2
Réciproques : Mc 4:14, Lc 5:15, Jc 1:19
2:3 Mt 9:1, Mt 9:2-8, Lc 5:18-26
Réciproques : Mt 8:6, Mt 8:16, Mc 8:22, Ac 5:16, Ac 8:7, Ac 9:33
2:4 Dt 22:8, Lc 5:19
Réciproques : Mt 9:2, Ac 5:16
2:5 Gn 22:12, Jn 2:25, Ac 11:23, Ac 14:9, Ep 2:8, 1Th 1:3-4, Jc 2:18-22, Mc 2:9-10, Es 53:11, Mt 9:2, Lc 5:20, Lc 7:47-50, Ac 5:31, 2Co 2:10, Col 3:13, Mc 5:34, Mt 9:22, Lc 8:48, Jb 33:17-26, Ps 32:1-5, Ps 90:7-9, Ps 103:3, Es 38:17, Jn 5:14, 1Co 11:30, Jc 5:15
Réciproques : Lc 7:48, Jn 20:23
2:6 Mc 8:17, Mt 16:7-8, Lc 5:21-22, 2Co 10:5
Réciproques : 1R 12:26, Ps 10:11, Ps 35:25, Es 29:20, Mt 9:3, Mc 9:14, Lc 7:39
2:7 Mc 14:64, Mt 9:3, Mt 26:65, Jn 10:33, Jn 10:36, Jb 14:4, Ps 130:4, Es 43:25, Dn 9:9, Mi 7:18, Lc 5:21, Lc 7:49, Jn 20:20-23
Réciproques : Es 29:20, Mt 9:6, Mc 2:16, Mc 2:24, Lc 7:39, Lc 9:10
2:8 1Ch 29:17, Mt 9:4, Lc 5:22, Lc 6:8, Lc 7:39-40, Jn 2:24-25, Jn 6:64, Jn 21:17, He 4:13, Ap 2:23, Mc 7:21, Ps 139:2, Pr 15:26, Pr 24:9, Es 55:7, Ez 38:10, Lc 24:38, Ac 5:3, Ac 8:22
Réciproques : Gn 18:15, Ps 35:25, Ez 11:5, Mt 12:25, Mt 22:18, Mc 8:17, Mc 9:33
2:9 Mt 9:5, Lc 5:22-25, Mc 2:5
Réciproques : Lc 5:23, Jn 5:11
2:10 Dn 7:13-14, Mt 9:6-8, Mt 16:13, Jn 5:20-27, Ac 5:31, 1Tm 1:13-16
Réciproques : Ps 103:3, Mc 2:5
2:11 Mc 1:41, Jn 5:8-10, Jn 6:63
Réciproques : Ps 103:3, Ac 3:9, Ac 14:9
2:12 Mc 1:27, Mt 9:8, Mt 12:23, Lc 7:16, Mt 15:31, Lc 5:26, Lc 13:13, Lc 17:15, Ac 4:21, Mt 9:33, Jn 7:31, Jn 9:32
Réciproques : Mc 6:51, Mc 7:35, Mc 7:37, Jn 15:24, Ac 2:7, Ac 3:9, Ac 14:9
2:13 Mt 9:9, Mt 13:1, Mc 2:2, Mc 3:7-8, Mc 3:20, Mc 3:21, Mc 4:1, Pr 1:20-22, Lc 19:48, Lc 21:38
Réciproques : Mc 1:45, Lc 5:27
2:14 Mc 3:18, Mt 9:9, Lc 5:27, Mc 3:18, Lc 6:15, Ac 1:13, Mc 1:17-20, Mt 4:19-22
Réciproques : Mt 10:3, Mt 19:21, Mt 19:27
2:15 Mt 9:10-11, Mt 21:31-32, Lc 5:29-30, Lc 6:17, Lc 15:1
2:16 Mc 2:7, Es 65:5, Lc 15:2-7, Lc 18:11, Lc 19:7, Lc 19:10, 1Co 2:15, He 12:3, Mt 18:17
Réciproques : Mt 9:10, Mt 9:11, Mc 2:24, Mc 7:5, Mc 8:11
2:17 Mt 9:12-13, Lc 5:31-32, Lc 15:7, Lc 15:29, Lc 16:15, Jn 9:34, Jn 9:40, Es 1:18, Es 55:7, Mt 18:11, Lc 15:10, Lc 19:10, Ac 20:21, Ac 26:20, Rm 5:6-8, Rm 5:20, Rm 5:21, 1Co 6:9-11, 1Tm 1:15-16, Tt 2:14, Tt 3:3-7
Réciproques : 2Ch 16:12, Jb 13:4, Ez 34:16, Mt 9:10
2:18 Mt 9:14-17, Lc 5:33-39, Mt 6:16, Mt 6:18, Mt 23:5, Lc 18:12, Rm 10:3
2:19 Gn 29:22, Jg 14:10-11, Ps 45:14, Ct 6:8, Mt 25:1-10
Réciproques : Jn 16:4
2:20 Ps 45:11, Ct 3:11, Es 54:5, Es 62:5, Jn 3:29, 2Co 11:2, Ap 19:7, Ap 21:9, Za 13:7, Mt 26:31, Jn 7:33-34, Jn 12:8, Jn 13:33, Jn 16:7, Jn 16:28, Jn 17:11, Jn 17:13, Ac 1:9, Ac 3:21, Ac 13:2-3, Ac 14:23, 1Co 7:5, 2Co 6:5, 2Co 11:27
Réciproques : Mt 25:1
2:21 Ps 103:13-15, Es 57:16, 1Co 10:13, Mt 9:16
Réciproques : Mt 12:46, Lc 5:36, 1Co 1:10
2:22 Js 9:4, Js 9:13, Jb 32:19, Ps 119:80, Ps 119:83, Mt 9:17, Lc 5:37-38
Réciproques : Lc 5:36
2:23 Mt 12:1-8, Lc 6:1-5, Dt 23:24-25
Réciproques : Jn 9:14
2:24 Mc 2:7, Mc 2:16, Mt 7:3-5, Mt 15:2-3, Mt 23:23-24, He 12:3, Ex 20:10, Ex 31:15, Ex 35:2-3, Nb 15:32-36, Ne 13:15-22, Es 56:2, Es 56:4, Es 56:6, Es 58:13, Jr 17:20-27
Réciproques : Lc 6:2, Jn 5:10
2:25 Mc 12:20, Mc 12:26, Mt 19:4, Mt 21:16, Mt 21:42, Mt 22:31, Lc 10:26, 1S 21:3-6
Réciproques : 1S 21:6, Mt 12:3, Mc 12:10, Lc 6:3
2:26 2S 8:17, 1Ch 18:16, 1R 2:26-27, 1S 22:20-22, 1S 23:6, 1S 23:9, 2S 8:17, 2S 15:24, 2S 15:29, 2S 15:35, 2S 20:25, 1R 1:7, 1R 2:22, 1R 2:26, 1R 2:27, 1R 4:4, Ex 29:32-33, Lv 24:5-9
Réciproques : Lv 24:9, 1S 21:1, 1S 30:7, Mt 12:3, Lc 6:3
2:27 Ex 23:12, Dt 5:14, Ne 9:13-14, Es 58:13, Ez 20:12, Ez 20:20, Lc 6:9, Jn 7:23, 1Co 3:21-22, 2Co 4:15, Col 2:16
Réciproques : Gn 2:3, Ex 16:23, Ex 20:11, Mc 3:4, Lc 6:5, Lc 13:16
2:28 Mc 3:4, Mt 12:8, Lc 6:5, Lc 13:15-16, Jn 5:9-11, Jn 5:17, Jn 9:5-11, Jn 9:14, Jn 9:16, Ep 1:22, Ap 1:10
Réciproques : Ex 16:23, Ex 20:11, Ez 20:12

Notes de la Bible Stephanus 1550

Cette version n'a pas de note