Lueur.org - Un éclairage sur la foi
Romains 9-11
(Stephanus 1550)
   1 ἀλήθειαν λέγω ἐν χριστῷ οὐ ψεύδομαι συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν πνεύματι ἁγίῳ 2 ὅτι λύπη μοί ἐστιν μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου 3 ηὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα 4 οἵτινές εἰσιν ἰσραηλῖται ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθῆκαι καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι 5 ὧν οἱ πατέρες καὶ ἐξ ὧν ὁ χριστὸς τὸ κατὰ σάρκα ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας ἀμήν 6 οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ θεοῦ οὐ γὰρ πάντες οἱ ἐξ ἰσραήλ οὗτοι ἰσραήλ 7 οὐδ᾽ ὅτι εἰσὶν σπέρμα ἀβραάμ πάντες τέκνα ἀλλ᾽ ἐν ἰσαὰκ κληθήσεταί σοι σπέρμα 8 τουτέστιν οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ θεοῦ ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα 9 ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι καὶ ἔσται τῇ σάῤῥᾳ υἱός 10 οὐ μόνον δέ ἀλλὰ καὶ ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα ἰσαὰκ τοῦ πατρὸς ἡμῶν 11 μήπω γὰρ γεννηθέντων μηδὲ πραξάντων τι ἀγαθὸν ἢ κακόν, ἵνα ἡ κατ᾽ ἐκλογὴν τοῦ θεοῦ πρόθεσις μένῃ οὐκ ἐξ ἔργων ἀλλ᾽ ἐκ τοῦ καλοῦντος 12 ἐῤῥήθη αὐτῇ ὅτι ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι 13 καθὼς γέγραπται τὸν ἰακὼβ ἠγάπησα τὸν δὲ ἠσαῦ ἐμίσησα 14 τί οὖν ἐροῦμεν μὴ ἀδικία παρὰ τῷ θεῷ μὴ γένοιτο 15 τῷ γὰρ μωσῇ λέγει ἐλεήσω ὃν ἂν ἐλεῶ καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω 16 ἄρα οὖν οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ 17 λέγει γὰρ ἡ γραφὴ τῷ φαραὼ ὅτι εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ 18 ἄρα οὖν ὃν θέλει ἐλεεῖ ὃν δὲ θέλει σκληρύνει 19 ἐρεῖς οὖν μοι τί ἔτι μέμφεται τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν 20 μενοῦνγε ὦ ἄνθρωπε σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι τί με ἐποίησας οὕτως 21 ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος ὃ δὲ εἰς ἀτιμίαν 22 εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν 23 καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους ἃ προητοίμασεν εἰς δόξαν 24 οὓς καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ ἰουδαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν 25 ὡς καὶ ἐν τῷ ὡσηὲ λέγει καλέσω τὸν οὐ λαόν μου λαόν μου καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην 26 καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐῤῥήθη αὐτοῖς οὐ λαός μου ὑμεῖς ἐκεῖ κληθήσονται υἱοὶ θεοῦ ζῶντος 27 ἠσαΐας δὲ κράζει ὑπὲρ τοῦ ἰσραήλ ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης τὸ κατάλειμμα σωθήσεται 28 λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσυνῃ ὅτι λόγον συντετμημένον ποιήσει κύριος ἐπὶ τῆς γῆς 29 καὶ καθὼς προείρηκεν ἠσαΐας εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα ὡς σόδομα ἂν ἐγενήθημεν καὶ ὡς γόμοῤῥα ἂν ὡμοιώθημεν 30 τί οὖν ἐροῦμεν ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην κατέλαβεν δικαιοσύνην δικαιοσύνην δὲ τὴν ἐκ πίστεως 31 ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης εἰς νόμον δικαιοσύνης, οὐκ ἔφθασεν 32 διατί ὅτι οὐκ ἐκ πίστεως, ἀλλ᾽ ὡς ἐξ ἔργων νόμου προσέκοψαν γὰρ τῷ λίθῳ τοῦ προσκόμματος, 33 καθὼς γέγραπται ἰδού, τίθημι ἐν σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου καὶ πᾶς ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ καταισχυνθήσεται

Romains 10

   1 ἀδελφοί ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις ἡ πρὸς τὸν θεὸν ὑπὲρ τοῦ ἰσραήλ ἐστιν εἰς σωτηρίαν 2 μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν ἀλλ᾽ οὐ κατ᾽ ἐπίγνωσιν 3 ἀγνοοῦντες γὰρ τὴν τοῦ θεοῦ δικαιοσύνην καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάγησαν 4 τέλος γὰρ νόμου χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι 5 μωσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου ὅτι ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς 6 ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου τίς ἀναβήσεται εἰς τὸν οὐρανόν τοῦτ᾽ ἔστιν χριστὸν καταγαγεῖν 7 ἤ τίς καταβήσεται εἰς τὴν ἄβυσσον τοῦτ᾽ ἔστιν χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν 8 ἀλλὰ τί λέγει ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου τοῦτ᾽ ἔστιν τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν 9 ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου κύριον ἰησοῦν καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν σωθήσῃ 10 καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν 11 λέγει γὰρ ἡ γραφή πᾶς ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ καταισχυνθήσεται 12 οὐ γάρ ἐστιν διαστολὴ ἰουδαίου τε καὶ ἕλληνος ὁ γὰρ αὐτὸς κύριος πάντων πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν 13 πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται 14 πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν πῶς δὲ ἀκούσουσιν χωρὶς κηρύσσοντος 15 πῶς δὲ κηρύξουσιν ἐὰν μὴ ἀποσταλῶσιν καθὼς γέγραπται ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά 16 ἀλλ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ ἠσαΐας γὰρ λέγει κύριε τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν 17 ἄρα ἡ πίστις ἐξ ἀκοῆς ἡ δὲ ἀκοὴ διὰ ῥήματος φεοῦ 18 ἀλλὰ λέγω μὴ οὐκ ἤκουσαν μενοῦνγε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν 19 ἀλλὰ λέγω μὴ οὐκ ἔγνω ἰσραὴλ πρῶτος μωσῆς λέγει ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ᾽ οὐκ ἔθνει ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς 20 ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν 21 πρὸς δὲ τὸν ἰσραὴλ λέγει ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα

Romains 11

   1 λέγω οὖν μὴ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ μὴ γένοιτο καὶ γὰρ ἐγὼ ἰσραηλίτης εἰμί ἐκ σπέρματος ἀβραάμ φυλῆς βενιαμίν 2 οὐκ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω ἢ οὐκ οἴδατε ἐν ἠλίᾳ τί λέγει ἡ γραφή ὡς ἐντυγχάνει τῷ θεῷ κατὰ τοῦ ἰσραήλ λέγων, 3 κύριε τοὺς προφήτας σου ἀπέκτειναν καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν κἀγὼ ὑπελείφθην μόνος καὶ ζητοῦσιν τὴν ψυχήν μου 4 ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ βάαλ 5 οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ᾽ ἐκλογὴν χάριτος γέγονεν 6 εἰ δὲ χάριτι οὐκέτι ἐξ ἔργων ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις εἰ δὲ ἐξ ἔργων οὐκέτι ἐστὶν χάρις ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστίν ἔργον 7 τί οὖν ὃ ἐπιζητεῖ ἰσραήλ τούτου οὐκ ἐπέτυχεν ἡ δὲ ἐκλογὴ ἐπέτυχεν οἱ δὲ λοιποὶ ἐπωρώθησαν 8 καθὼς γέγραπται ἕδωκεν αὐτοῖς ὁ θεὸς πνεῦμα κατανύξεως ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ ὦτα τοῦ μὴ ἀκούειν ἕως τῆς σήμερον ἡμέρας 9 καὶ δαβὶδ λέγει γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς θήραν καὶ εἰς σκάνδαλον καὶ εἰς ἀνταπόδομα αὐτοῖς 10 σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν καὶ τὸν νῶτον αὐτῶν διαπαντός σύγκαμψον 11 λέγω οὖν μὴ ἔπταισαν ἵνα πέσωσιν μὴ γένοιτο ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν εἰς τὸ παραζηλῶσαι αὐτούς 12 εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν 13 ὑμῖν γὰρ λέγω τοῖς ἔθνεσιν ἐφ᾽ ὅσον μὲν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος τὴν διακονίαν μου δοξάζω 14 εἴ πως παραζηλώσω μου τὴν σάρκα καὶ σώσω τινὰς ἐξ αὐτῶν 15 εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου τίς ἡ πρόσληψις εἰ μὴ ζωὴ ἐκ νεκρῶν 16 εἰ δὲ ἡ ἀπαρχὴ ἁγία καὶ τὸ φύραμα καὶ εἰ ἡ ῥίζα ἁγία καὶ οἱ κλάδοι 17 εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν σὺ δὲ ἀγριέλαιος ὢν ἐνεκεντρίσθης ἐν αὐτοῖς καὶ συγκοινωνὸς τῆς ῥίζης καὶ τῆς πιότητος τῆς ἐλαίας ἐγένου 18 μὴ κατακαυχῶ τῶν κλάδων εἰ δὲ κατακαυχᾶσαι οὐ σὺ τὴν ῥίζαν βαστάζεις ἀλλ᾽ ἡ ῥίζα σέ 19 ἐρεῖς οὖν ἐξεκλάσθησαν οἵ κλάδοι ἵνα ἐγὼ ἐγκεντρισθῶ 20 καλῶς τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν σὺ δὲ τῇ πίστει ἕστηκας μὴ ὑψηλοφρόνει, ἀλλὰ φοβοῦ 21 εἰ γὰρ ὁ θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο μήπως οὐδὲ σοῦ φείσηται 22 ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν θεοῦ ἐπὶ μὲν τοὺς πεσόντας ἀποτομίαν ἐπὶ δὲ σὲ χρηστότητα ἐὰν ἐπιμείνῃς τῇ χρηστότητι ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ 23 καὶ ἐκεῖνοι δέ ἐὰν μὴ ἐπιμείνωσιν τῇ ἀπιστίᾳ ἐγκεντρισθήσονται δυνατὸς γάρ ἐστιν ὁ θεὸς πάλιν ἐγκεντρίσαι αὐτούς 24 εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον πόσῳ μᾶλλον οὗτοι οἱ κατὰ φύσιν ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ 25 οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν ἀδελφοί τὸ μυστήριον τοῦτο ἵνα μὴ ἦτε παρ᾽ ἑαυτοῖς φρόνιμοι ὅτι πώρωσις ἀπὸ μέρους τῷ ἰσραὴλ γέγονεν ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ 26 καὶ οὕτως πᾶς ἰσραὴλ σωθήσεται καθὼς γέγραπται ἥξει ἐκ σιὼν ὁ ῥυόμενος καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ ἰακώβ 27 καὶ αὕτη αὐτοῖς ἡ παρ᾽ ἐμοῦ διαθήκη ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν 28 κατὰ μὲν τὸ εὐαγγέλιον ἐχθροὶ δι᾽ ὑμᾶς κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ διὰ τοὺς πατέρας 29 ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ θεοῦ 30 ὥσπερ γὰρ καὶ ὑμεῖς ποτε ἠπειθήσατε τῷ θεῷ νῦν δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ 31 οὕτως καὶ οὗτοι νῦν ἠπείθησαν τῷ ὑμετέρῳ ἐλέει ἵνα καὶ αὐτοὶ ἐλεηθῶσιν 32 συνέκλεισεν γὰρ ὁ θεὸς τοὺς πάντας εἰς ἀπείθειαν ἵνα τοὺς πάντας ἐλεήσῃ 33 ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ 34 τίς γὰρ ἔγνω νοῦν κυρίου ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο 35 ἢ τίς προέδωκεν αὐτῷ καὶ ἀνταποδοθήσεται αὐτῷ 36 ὅτι ἐξ αὐτοῦ καὶ δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας ἀμήν

Références croisées

9:1 Rm 1:9, 2Co 1:23, 2Co 11:31, 2Co 12:19, Ga 1:20, Ph 1:8, 1Th 2:5, 1Tm 2:7, 1Tm 5:21, Rm 2:15, Rm 8:16, 2Co 1:12, 1Tm 1:5, 1Jn 3:19-21
Réciproques : 1S 15:11, Jb 16:19, Ps 119:53, Ps 139:21, Es 15:5, Jr 8:21, Jr 17:16, Lm 1:16, Lm 3:48, Mt 18:31, Mt 21:41, Lc 6:21, Jn 1:11, Jn 1:13, Ac 24:16, Ac 26:29, Rm 10:1, 2Co 11:10, 2Co 12:6, 1Th 2:8, 2Tm 1:3, 1P 3:16
9:2 Rm 10:1, 1S 15:35, Ps 119:136, Es 66:10, Jr 9:1, Jr 13:17, Lm 1:12, Lm 3:48-49, Lm 3:51, Ez 9:4, Lc 19:41-44, Ph 3:18, Ap 11:3
Réciproques : 2R 8:11, 2R 22:19, Esd 10:1, Est 8:6, Est 10:3, Ps 13:2, Ps 31:10, Jr 4:19, Ez 19:14, Dn 7:15, Dn 10:2, Jn 11:35, Jn 13:21, 2Co 2:4, 2Co 6:10, 2Co 12:21, Ph 2:26, 1P 1:6
9:3 Ex 32:32, Dt 21:23, Js 6:17-18, 1S 14:24, 1S 14:44, Ga 1:8, Ga 3:10, Ga 3:13, Rm 11:1, Gn 29:14, Est 8:6, Ac 7:23-26, Ac 13:26
Réciproques : Gn 44:33, Ex 32:30, Lv 27:28, Jg 17:2, 1S 15:35, 2R 22:19, 1Ch 21:17, Est 10:3, Ps 119:136, Es 61:9, Jr 4:19, Dn 7:15, Za 11:10, Mt 26:74, Lc 19:41, Jn 11:35, Jn 13:21, Ac 2:36, Ac 22:5, Ac 23:21, Rm 7:1, Rm 8:3, Rm 11:14, 1Co 10:18, 1Co 16:22, 2Co 2:4, Ga 4:15, He 12:9
9:4 Rm 9:6, Gn 32:28, Ex 19:3-6, Dt 7:6, Ps 73:1, Es 41:8, Es 46:3, Jn 1:47, Ex 4:22, Dt 14:1, Jr 31:9, Jr 31:20, Os 11:1, Nb 7:89, 1S 4:21-22, 1R 8:11, Ps 63:2, Ps 78:61, Ps 90:16, Es 60:19, Gn 15:18, Gn 17:2, Gn 17:7, Gn 17:10, Ex 24:7-8, Ex 34:27, Dt 29:1, Dt 31:16, Ne 13:29, Ps 89:3, Ps 89:34, Jr 31:33, Jr 33:20-25, Ac 3:25, He 8:6-10, Rm 3:2, Ne 9:13-14, Ps 147:19, Ez 20:11-12, Jn 1:17, Ex 12:25, Es 5:2, Mt 21:33, He 9:3, He 9:10, Lc 1:54-55, Lc 1:69-75, Ac 2:39, Ac 3:25-26, Ac 13:32-33, Ep 2:12, He 6:13-17
Réciproques : 1Ch 17:22, Esd 4:3, Ps 105:6, Es 1:2, Es 22:1, Es 45:11, Es 61:9, Es 63:19, Mt 8:12, Mt 15:26, Mc 12:1, Lc 7:9, Lc 15:31, Jn 4:22, Ac 3:12, Ac 7:38, Ac 10:11, Ac 13:46, Ac 22:5, Rm 2:17, Rm 2:23, Rm 15:8, Ga 4:5, He 7:6, 2P 1:4
9:5 Rm 11:28, Dt 10:15, Rm 1:3, Gn 12:3, Gn 49:10, Es 7:14, Es 11:1, Mt 1:1-17, Lc 3:23-38, 2Tm 2:8, Ap 22:16, Rm 10:12, Ps 45:6, Ps 103:19, Es 9:6-7, Jr 23:5-6, Mi 5:2, Jn 1:1-3, Jn 10:30, Ac 20:28, Ph 2:6-11, Col 1:16, 1Tm 3:16, He 1:8-13, 1Jn 5:20, Rm 1:25, Ps 72:19, 2Co 11:31, 1Tm 6:15, Dt 27:15-26, 1R 1:36, 1Ch 16:36, Ps 41:13, Ps 89:52, Ps 106:48, Jr 28:6, Mt 6:13, Mt 28:20, 1Co 14:16, Ap 1:18, Ap 5:14, Ap 22:20
Réciproques : Gn 9:26, Gn 17:21, Dt 4:37, Esd 4:3, Ct 5:10, Es 1:2, Es 6:13, Es 22:1, Za 12:8, Mt 1:23, Mt 9:27, Mt 22:45, Mc 12:1, Mc 12:37, Lc 1:42, Lc 7:9, Lc 20:44, Jn 1:11, Jn 1:14, Jn 3:31, Jn 4:22, Jn 6:42, Jn 8:53, Jn 10:36, Ac 3:22, Ac 3:25, Ac 13:46, Rm 15:8, Ga 4:4, Ep 2:12, He 12:9, Ap 5:13
9:6 Rm 3:3, Rm 11:1-2, Nb 23:19, Es 55:11, Mt 24:35, Jn 10:35, 2Tm 2:13, He 6:17-18, Rm 2:28-29, Rm 4:12-16, Jn 1:47, Ga 6:16
Réciproques : Gn 17:19, Gn 17:21, Ps 59:5, Ps 73:1, Ps 77:8, Es 45:4, Es 45:25, Es 48:1, Ez 39:28, Mi 2:7, Lc 1:33, Rm 4:11, Rm 9:4, 1Jn 2:19, Ap 2:9
9:7 Lc 3:8, Lc 16:24-25, Lc 16:30, Jn 8:37-39, Ph 3:3, Gn 21:12, He 11:18
Réciproques : Gn 6:2, Gn 15:5, Gn 17:7, Gn 21:3, Gn 25:5, Gn 48:17, Ps 73:1, Es 43:6, Es 65:23, Ez 33:24, Mt 1:2, Mt 3:9, Jn 1:13, Jn 8:39, Rm 4:12, Ga 3:7, Ga 3:29, Ga 4:23, 1P 3:6
9:8 Rm 4:11-16, Ga 4:22-31, Gn 31:15, Ps 22:30, Ps 87:6, Jn 1:13, Ga 3:26-29, Ga 4:28, 1Jn 3:1-2
Réciproques : Gn 6:2, Gn 12:7, Gn 15:5, Gn 17:7, Gn 18:10, Gn 21:12, Gn 48:17, Dt 14:1, Es 43:6, Es 48:1, Es 65:23, Mt 3:9, Lc 16:24, Rm 4:16, Ga 3:7, Ga 3:29, Ga 4:23, Ep 2:12
9:9 Gn 17:21, Gn 18:10, Gn 18:14, Gn 21:2, He 11:11-12, He 11:17
Réciproques : Gn 17:7, Gn 17:16, Ac 7:8, Ga 4:28
9:10 Rm 5:3, Rm 5:11, Lc 16:26, Gn 25:21-23
Réciproques : Gn 22:23, Gn 25:23, Gn 27:37, 1Ch 1:34, Ps 44:3, Ez 16:8, Ml 1:2, Ml 2:10, Mt 1:2, Jn 1:13
9:11 Rm 4:17, Ps 51:5, Ep 2:3, Rm 8:28-30, Es 14:24, Es 14:26, Es 14:27, Es 23:9, Es 46:10-11, Jr 51:29, Ep 1:9-11, Ep 3:11, 2Tm 1:9, Rm 11:5, Rm 11:7, Ep 1:4-5, 1Th 1:4, 2P 1:10, Rm 11:6, Ep 2:9, Tt 3:5, Rm 8:28, 1Th 2:12, 2Th 2:13-14, 1P 5:10, Ap 17:14
Réciproques : Gn 27:23, Gn 48:17, Dt 1:39, Dt 7:7, Dt 33:3, Es 8:4, Os 12:3, Mt 24:22, Jn 15:16, Rm 3:27, Rm 9:16, Rm 9:21, Ph 2:13, Col 3:12, 1Th 5:9, 2Tm 2:19
9:12 Gn 25:22-23, 2S 8:14, 1R 22:47
Réciproques : Gn 27:23, Gn 27:29
9:13 Ml 1:2-3, Gn 29:31, Gn 29:33, Dt 21:15, Pr 13:24, Mt 10:37, Lc 14:26, Jn 12:25
Réciproques : Dt 10:15, Dt 23:5, 1S 12:22, Jr 31:3, Jr 49:10, Rm 3:5
9:14 Rm 3:1, Rm 3:5, Rm 2:5, Rm 3:5-6, Gn 18:25, Dt 32:4, 2Ch 19:7, Jb 8:3, Jb 34:10-12, Jb 34:18, Jb 34:19, Jb 35:2, Ps 92:15, Ps 145:17, Jr 12:1, Ap 15:3-4, Ap 16:7
Réciproques : Js 22:29, Jb 34:17, Jb 36:3, Jb 36:23, Ps 18:25, Ps 119:137, Mt 20:13, Rm 2:2, Rm 3:4, Rm 9:30
9:15 Rm 9:16, Rm 9:18, Rm 9:19, Ex 33:19, Ex 34:6-7, Es 27:11, Mi 7:18
Réciproques : Gn 19:16, Ne 9:17, Ps 31:16, Ps 101:1, Ec 7:13, Es 30:18, Lm 3:37, Ez 16:6, Mt 20:13, Mt 20:15, Lc 4:25, Ac 9:6, Ac 11:17, Ep 2:4, 2Tm 1:18, He 10:28, Jc 1:18
9:16 Rm 9:11, Gn 27:1-4, Gn 27:9-14, Ps 110:3, Es 65:1, Mt 11:25-26, Lc 10:21, Jn 1:12-13, Jn 3:8, 1Co 1:26-31, Ep 2:4-5, Ph 2:13, 2Th 2:13-14, Tt 3:3-5, Jc 1:18, 1P 2:9-10
Réciproques : Gn 19:16, Gn 45:8, Ex 11:9, Ac 11:17, Ac 16:14, Rm 9:15, Rm 9:18, 1Co 4:7, Ep 2:9, Tt 3:5
9:17 Rm 11:4, Ga 3:8, Ga 3:22, Ga 4:30, Ex 9:16, 1S 2:7-8, Est 4:14, Es 10:5-6, Es 45:1-3, Jr 27:6-7, Dn 4:22, Dn 5:18-21, Ex 10:1-2, Ex 14:17-18, Ex 15:14-15, Ex 18:10-11, Js 2:9-10, Js 9:9, 1S 4:8, Ps 83:17-18, Pr 16:4, Es 37:20, Jn 17:26
Réciproques : Ex 14:4, Dt 2:30, Ne 9:10, Ps 105:25, Ps 106:8, Es 63:12, Jn 17:11, Rm 4:3, Rm 9:22, 1Tm 5:18, Jc 2:23, Jc 4:5
9:18 Rm 9:15-16, Rm 5:20-21, Ep 1:6, Rm 1:24-28, Rm 11:7-8, Ex 4:21, Ex 7:13, Dt 2:30, Js 11:20, Es 63:17, Mt 13:14-15, Ac 28:26-28, 2Th 2:10-12
Réciproques : Gn 19:16, Ex 9:7, Ex 10:20, Dt 7:7, Jb 9:12, Ps 69:27, Ps 86:2, Es 43:13, Os 2:4, Mt 11:26, Jn 12:40, Ac 19:9, Rm 3:5, Rm 9:21, 1Co 12:11
9:19 Rm 3:8, 1Co 15:12, 1Co 15:35, Jc 1:13, Rm 3:5-7, Gn 50:20, 2Ch 20:6, Jb 9:12-15, Jb 9:19, Jb 23:13-14, Ps 76:10, Es 10:6-7, Es 46:10-11, Dn 4:35, Mc 14:21, Ac 2:23, Ac 4:27-28
Réciproques : Jb 33:12, Jb 40:2, Ps 115:3, Ec 6:10, Ec 7:13, Es 29:16, Es 43:13, Ez 16:63, Rm 3:7, Rm 9:15
9:20 Rm 2:1, Mi 6:8, 1Co 7:16, Jc 2:20, Jb 33:13, Jb 36:23, Jb 38:2-3, Jb 40:2, Jb 40:5, Jb 40:8, Jb 42:2-6, Mt 20:15, Jb 16:3, Tt 2:9, 1Co 1:20, 1Tm 6:5, Es 29:16, Es 45:9-11
Réciproques : Gn 2:7, 2S 16:10, Jb 1:22, Jb 4:17, Jb 9:3, Jb 9:32, Jb 16:21, Jb 34:23, Jb 34:33, Ps 78:19, Ps 106:37, Ec 6:10, Ec 8:4, Es 10:15, Es 64:8, Jr 18:4, Ez 16:63, Ez 18:2, Ez 18:25, Dn 4:35, So 1:7, Za 2:13, Ml 3:13, Mt 20:13, Mt 25:24, Lc 4:25, Lc 12:14, Ac 11:17, Rm 3:7, Rm 14:4, Jc 1:13, Jc 4:12
9:21 Rm 9:11, Rm 9:18, Pr 16:4, Es 64:8, Jr 18:3-6, Rm 9:22-23, Jr 22:28, Os 8:8, Ac 9:15, 2Tm 2:20-21
Réciproques : Dt 7:7, Jb 10:9, Ps 31:12, Es 10:15, Es 29:16, Es 45:9, Jr 48:38, Lm 4:2, Dn 12:2, Jn 15:16, Rm 2:10, 1Th 4:4
9:22 Rm 9:17, Rm 1:18, Rm 2:4-5, Ex 9:16, Ps 90:11, Pr 16:4, Ap 6:16-17, Nb 14:11, Nb 14:18, Ps 50:21-22, Ec 8:11-12, Lm 3:22, 1P 3:20, 2P 2:3, 2P 2:9, 2P 3:8-9, 2P 3:15, Jud 1:4, Ap 6:9-11, Rm 9:21, 1Th 5:9, 2Tm 2:20, Gn 15:16, Mt 23:31-33, 1Th 2:16, 1P 2:8, Jud 1:4
Réciproques : Ex 11:10, Ex 14:4, Ex 34:7, Js 11:20, 2Ch 25:16, Jb 31:3, Ps 31:12, Ps 88:11, Ps 101:1, Pr 14:32, Es 22:24, Es 30:18, Jr 44:22, Jr 48:38, Os 8:8, Mt 7:13, Mt 25:41, Jn 3:7, Rm 2:8, Rm 11:22, Ep 2:3, Ap 2:21
9:23 Rm 2:4, Rm 5:20-21, Ep 1:6-8, Ep 1:18, Ep 2:4, Ep 2:7, Ep 2:10, Ep 3:8, Ep 3:16, Col 1:27, 2Th 1:10-12, 1Ch 29:18, Lc 1:17, Ep 2:3-5, Col 1:12, 1Th 5:9, 2Th 2:13-14, 2Tm 2:21, Tt 3:3-7, 1P 1:2-5
Réciproques : Ex 14:4, Ex 33:19, Ex 34:7, Js 11:20, 1R 6:7, Esd 1:11, Est 1:4, Ps 31:16, Ps 86:2, Ps 101:1, Ec 3:18, Es 22:24, Es 43:7, Za 14:16, Mt 25:41, Jn 10:16, Ac 11:17, Rm 2:7, Rm 2:10, Rm 4:9, Rm 8:28, Rm 8:30, Rm 9:21, Rm 10:12, Rm 11:2, Rm 11:7, Rm 11:12, Rm 11:22, Rm 11:33, Rm 12:1, Rm 15:8, Ep 1:4, Ep 1:7, Ph 3:14, Ph 4:19, 1Th 2:12, 2Th 1:11, 1Tm 6:12, 2Tm 2:10, He 2:10
9:24 Rm 8:28-30, 1Co 1:9, He 3:1, 1P 5:10, Ap 19:9, Rm 3:29-30, Rm 4:11-12, Rm 10:12, Rm 11:11-13, Rm 15:8-16, Gn 49:10, Ps 22:27, Ac 13:47-48, Ac 15:14, Ac 21:17-20, Ga 3:28, Ep 2:11-13, Ep 3:6-8, Col 3:11
Réciproques : Ps 86:2, Es 19:25, Es 65:1, Jl 2:32, Za 14:16, Jn 10:16, Ac 2:39, Ac 11:17, Ac 15:9, Rm 1:6, Rm 2:9, Rm 4:9, Rm 8:30, 1Co 1:24, Ga 1:15, Ep 1:4, Ep 1:6, Ph 3:14, 1Th 2:12, 1Th 5:24, 2Th 1:11, 1Tm 6:12, 2Tm 1:9, He 9:15, 1P 1:2, 1P 1:15, 1P 2:9, 2P 1:3
9:25 Os 1:1-2, Os 2:23, 1P 2:10, Rm 1:7, Ez 16:8, Jn 16:27
Réciproques : Nb 13:16, Dt 32:21, 2S 7:24, 2S 22:44, 1Ch 17:22, Es 19:25, Es 43:6, Es 54:3, Es 62:4, Os 1:10, Jn 11:52, Ac 18:6, Ep 4:10, 1Th 1:4, He 2:10, He 8:10, 1Jn 3:1
9:26 Os 1:9-10, Rm 8:16, Es 43:6, Jn 11:52, 2Co 6:18, Ga 3:26, 1Jn 3:1-3
Réciproques : Dt 14:1, 2S 7:24, 1Ch 17:22, Es 54:3, Es 65:15, Dn 6:26, Os 2:23, Ac 18:6, Rm 4:17, 2Co 6:16, 1Th 1:9, 1Tm 3:15, He 2:10, He 8:10, He 12:22, 1P 2:10
9:27 Es 1:1, Es 10:20-23, Rm 11:4-6, Esd 9:8, Esd 9:14, Es 1:9, Es 10:20-21, Es 11:11, Es 24:13, Jr 5:10, Ez 6:8, Mi 5:3-8
Réciproques : Dt 7:7, Dt 28:62, 1S 13:5, 2R 19:4, 2R 19:31, Es 7:3, Es 10:22, Es 17:6, Es 24:6, Es 37:4, Es 37:31, Es 41:14, Es 48:19, Es 65:8, Jr 3:14, Jr 4:27, Jr 30:11, Jr 31:7, Jr 44:14, Ez 12:16, Ez 20:38, Os 1:10, Jl 2:32, Am 5:3, Ha 1:9, Za 13:8, Za 14:2, Mt 7:14, Ac 2:47, Rm 11:5, He 11:12, Ap 7:4
9:28 Es 28:22, Es 30:12-14, Dn 9:26-27, Mt 24:21, Ps 9:8, Ps 65:5, Es 5:16, Ac 17:31, Ap 19:11
Réciproques : Es 10:22, Es 28:17, Os 1:10, Mi 5:3
9:29 Es 1:9, Es 6:13, Lm 3:22, Jc 5:4, Gn 19:24-25, Es 13:19, Jr 49:18, Jr 50:40, Lm 4:6, Am 4:11, So 2:6, 2P 2:6, Jud 1:7
Réciproques : Lc 10:13
9:30 Rm 9:14, Rm 3:5, Rm 1:18-32, Rm 4:11, Rm 10:20, Es 65:1-2, 1Co 6:9-11, Ep 2:12, Ep 4:17-19, 1P 4:3, Rm 9:31, Pr 15:9, Pr 21:21, Es 51:1, 1Tm 6:11, Rm 1:17, Rm 3:22, Rm 4:9, Rm 4:11, Rm 4:13, Rm 4:22, Rm 5:1, Rm 10:10, Ga 3:8, Ga 5:5, Ph 3:9, He 11:7
Réciproques : Ps 98:2, Es 28:20, Ez 3:6, Mi 5:7, Mt 5:20, Mt 19:30, Mt 20:12, Mt 20:16, Mt 21:31, Mc 10:31, Mc 12:9, Jn 6:29, Ac 11:18, Ac 18:6, Rm 10:3, 1Co 14:1, Ga 2:17, Ga 3:12, Ga 4:21, Col 3:11, Tt 3:5
9:31 Rm 9:30-32, Rm 10:2-4, Ga 3:21, Ph 3:6, Rm 3:20, Rm 4:14-15, Rm 11:7, Ga 3:10-11, Ga 5:3-4, Jc 2:10-11
Réciproques : Ps 69:27, Pr 14:6, Es 55:2, Am 8:12, Ml 3:2, Lc 13:24, Lc 18:9, Jn 6:29, Ac 13:39, Rm 10:3, Rm 10:6, Ga 5:2, Ph 3:9, Col 3:11
9:32 Rm 4:16, Rm 10:3, Mt 19:16-20, Jn 6:27-29, Ac 16:30-34, 1Jn 5:9-12, Rm 11:11, Mt 13:57, Lc 2:34, Lc 7:23, 1Co 1:23
Réciproques : Ps 119:116, Pr 4:12, Pr 14:6, Es 8:14, Ez 3:20, Os 14:9, Mt 7:14, Mt 11:6, Lc 18:9, Rm 2:17, Rm 3:20, Rm 3:27, Rm 4:4, Rm 10:2, Rm 11:7, Rm 14:13, Ga 3:6, Ga 5:2, Ga 5:4, Ga 5:11, Ph 3:6, Ph 3:9, 1P 2:6, 1P 2:8, 1Jn 2:10, Ap 2:14
9:33 Ps 118:22, Es 8:14-15, Es 28:16, Mt 21:42, Mt 21:44, 1P 2:7-8, Rm 5:5, Rm 10:11, Ps 25:2-3, Ps 25:20, Es 45:17, Es 54:4, Jl 2:26-27, Ph 1:20, 2Tm 1:12, 1Jn 2:28, 1P 2:6
Réciproques : 2S 5:7, 1Ch 11:5, Jb 6:20, Ps 2:12, Ps 22:5, Ps 71:1, Pr 4:12, Es 49:23, Jr 6:21, Ez 3:20, Os 14:9, So 3:11, Za 3:9, Mt 5:30, Mt 11:6, Mc 12:10, Lc 7:23, Rm 4:11, Rm 14:13, 1Co 1:23, Ga 3:6, Ga 5:11, 2Tm 1:8, 1Jn 2:10, Ap 14:1
9:1 Rm 9:1-3, Ex 32:10, Ex 32:13, 1S 12:23, 1S 15:11, 1S 15:35, 1S 16:1, Jr 17:16, Jr 18:20, Lc 13:34, Jn 5:34, 1Co 9:20-22
Réciproques : Ex 28:29, Nb 21:7, Est 8:6, Est 10:3, Pr 29:10, Jr 4:19, Jr 42:4, Mi 6:8, Mt 20:12, Lc 13:8, Lc 18:12, Jn 1:13, Ac 26:29, Rm 7:1, Rm 9:2, Ph 3:9, 1Th 2:8, 2Th 2:10
9:2 2Co 8:3, Ga 4:15, Col 4:13, 2R 10:16, Jn 16:2, Ac 21:20, Ac 21:28, Ac 22:3, Ac 22:22, Ac 26:9-10, Ga 1:14, Ga 4:17-18, Ph 3:6, Rm 10:3, Rm 9:31-32, Ps 14:4, Pr 19:2, Es 27:1, 2Co 4:4, 2Co 4:6, Ph 1:9
Réciproques : Nb 25:13, Js 22:12, Jg 17:13, Jg 19:29, Jg 21:1, 1S 14:24, 2S 21:2, 2R 2:17, Jb 20:2, Ps 59:10, Ps 69:27, Ec 7:16, Es 55:2, Es 57:12, Mi 6:6, Mt 5:20, Mc 10:17, Lc 5:33, Lc 13:14, Lc 18:21, Jn 5:12, Jn 9:24, Ac 13:50, Ac 20:26, Ga 5:2
9:3 Rm 1:17, Rm 3:22, Rm 3:26, Rm 5:19, Rm 9:30, Ps 71:15-16, Ps 71:19, Es 51:6, Es 51:8, Es 56:1, Jr 23:5-6, Dn 9:24, Jn 16:9-10, 2Co 5:21, 2P 1:1, Rm 9:31-32, Es 57:12, Es 64:6, Lc 10:29, Lc 16:15, Lc 18:9-12, Ga 5:3-4, Ph 3:9, Ap 3:17-18, Lv 26:41, Ne 9:33, Jb 33:27, Lm 3:22, Dn 9:6-9, Lc 15:17-21
Réciproques : Gn 3:12, Dt 6:25, Jg 17:13, 1S 15:20, 2Ch 12:6, Esd 9:15, Jb 9:30, Ps 36:2, Ps 40:10, Ps 51:14, Ps 59:10, Ps 69:27, Ps 98:2, Es 43:26, Es 46:13, Es 50:11, Es 55:2, Ez 18:25, Ez 33:13, Mi 6:6, Ml 3:7, Mt 5:20, Mt 6:33, Mt 18:26, Mc 2:18, Lc 5:33, Lc 7:29, Lc 13:24, Lc 15:29, Lc 18:21, Jn 6:29, Jn 16:2, Ac 9:6, Ac 22:3, Rm 3:21, Rm 4:5, Rm 10:2, Rm 11:7, 2Co 3:9, Ga 1:6, Ga 2:21, Ga 3:21, Ga 4:21, Ga 5:2, Ep 3:18, Jc 4:7
9:4 Rm 3:25-31, Rm 8:3-4, Es 53:11, Mt 3:15, Mt 5:17-18, Jn 1:17, Ac 13:38-39, 1Co 1:30, Ga 3:24, Col 2:10, Col 2:17, He 9:7-14, He 10:8-12, He 10:14
Réciproques : Ex 25:21, Ex 34:33, Ex 40:20, Lv 4:25, Lv 4:30, Lv 4:34, Lv 4:35, Nb 7:15, Ps 98:2, Es 42:21, Es 54:17, Lc 10:28, Jn 5:46, Jn 6:29, Jn 16:10, Jn 19:30, Rm 3:21, Rm 3:31, Rm 4:11, 2Co 3:7, 2Co 3:13, 2Co 5:21, Ga 2:19, Ph 3:9, 1Tm 1:5
9:5 Lv 18:5, Ne 9:29, Ez 20:11, Ez 20:13, Ez 20:21, Lc 10:27-28, Ga 3:12
Réciproques : Dt 4:1, Dt 6:24, Dt 6:25, Dt 16:20, Dt 27:26, Dt 32:47, Mt 19:17, Lc 10:26, Jn 5:45, Rm 2:13, Rm 3:27, Rm 7:9, Rm 7:10, Ga 2:19, Ph 3:9, He 5:13
9:6 Rm 3:22, Rm 3:25, Rm 4:13, Rm 9:31, Ph 3:9, He 11:7, Dt 30:11-14, Pr 30:4, Jn 3:12-13, Jn 6:33, Jn 6:38, Jn 6:50, Jn 6:51, Jn 6:58, Ep 4:8-10, He 1:3
Réciproques : Dt 6:25, Dt 30:12, Dt 32:47, Jb 36:3, Es 51:5, Es 56:1, Ac 7:38, Rm 4:11, Ga 3:12, He 5:13
9:7 Rm 4:25, He 13:20, 1P 3:18, 1P 3:22, Ap 1:18
Réciproques : Dt 30:12, Ap 9:1
9:8 Dt 30:14, Rm 10:17, Rm 1:16-17, Es 57:19, Mc 16:15-16, Ac 10:43, Ac 13:38-39, Ac 16:31, Ga 3:2, Ga 3:5, 1Tm 4:6, 1P 1:23, 1P 1:25
Réciproques : Ex 13:9, Mc 2:2, Lc 10:11, Jn 6:63, Ga 4:23, Ph 1:27, Ph 2:16, Col 1:5
9:9 Rm 14:11, Mt 10:32-33, Lc 12:8, Jn 9:22, Jn 12:42-43, Ph 2:11, 1Jn 4:2-3, 2Jn 1:7, Rm 8:34, Jn 6:69-71, Jn 20:26-29, Ac 8:37, 1Co 15:14-18, 1P 1:21
Réciproques : 1R 8:35, Ps 40:10, Pr 14:3, Mc 10:26, Mc 16:16, Lc 13:35, Lc 23:42, Jn 3:15, Ac 11:14, Ac 16:31, Ac 20:21, Rm 4:5, Rm 4:24, Rm 10:10, Ga 1:1, Ga 3:14, Ga 3:22, Ep 2:8, 1Tm 6:12, He 10:39, 1P 3:21, 1Jn 4:15, 1Jn 5:1
9:10 Lc 8:15, Jn 1:12-13, Jn 3:19-21, He 3:12, He 10:22, Ga 2:16, Ph 3:9, Rm 10:9, 1Jn 4:15, Ap 2:13
Réciproques : Lv 5:5, Lv 16:21, Js 7:19, 1R 8:48, 2R 5:15, Ps 40:10, Pr 14:3, Mt 10:32, Lc 12:8, Lc 23:42, Jn 12:42, Ac 8:12, Ac 8:37, Ac 11:14, Ac 13:39, Ac 16:31, Ac 19:18, Rm 4:5, Rm 4:24, Rm 5:1, Rm 9:30, Ep 2:8, 1Tm 4:16, 1Tm 6:12, He 10:39, 1P 3:21, 1Jn 5:1
9:11 Rm 9:33, Es 28:16, Es 49:23, Jr 17:7, 1P 2:6
Réciproques : Gn 2:25, Ps 2:12, Ps 22:5, Ps 25:2, Ps 31:1, Ps 119:116, Es 19:24, Es 30:3, Es 45:17, Es 62:11, Jl 2:26, Jl 2:32, Jn 4:42, Jn 5:24, Ac 10:36, Ac 10:43, Ac 15:9, Rm 4:3, Rm 4:11, Ep 3:18, 1Tm 5:18
9:12 Rm 3:22, Rm 3:29, Rm 3:30, Rm 4:11-12, Rm 9:24, Ac 10:34-35, Ac 15:8-9, Ga 3:28, Ep 2:18-22, Ep 3:6, Col 3:11, Rm 14:9, Rm 15:12, Ac 10:36, 1Co 15:47, Ph 2:11, 1Tm 2:5, Ap 17:14, Ap 19:16, Rm 2:4, Rm 9:23, 2Co 8:9, Ep 1:7, Ep 2:4, Ep 2:7, Ep 3:8, Ep 3:16, Ph 4:19, Col 1:27, Col 2:2-3, Ps 86:5, Ps 145:18, Es 55:6, Ac 9:14, 1Co 1:2
Réciproques : Gn 12:8, Ex 20:2, 1Ch 4:10, Ps 79:6, Ps 91:15, Ps 98:3, Ct 8:8, Es 52:7, Jr 33:3, Ez 47:22, Mi 4:2, Za 13:9, Mt 15:27, Mc 7:28, Lc 3:6, Lc 24:47, Jn 12:20, Ac 2:21, Ac 7:59, Ac 10:47, Ac 11:18, Ac 14:1, Ac 18:6, Ac 19:10, Ac 22:16, Rm 2:9, Rm 4:9, Rm 9:5, Ep 3:18, 1Tm 2:4, 1Tm 3:16
9:13 Jl 2:32, Ac 2:21
Réciproques : Gn 4:26, 2S 22:4, Ps 86:5, Ps 91:15, Ps 105:1, Pr 29:18, Jr 33:3, Mt 19:25, Ac 10:35, Ac 11:18, Ac 18:6, Rm 3:30, Rm 4:9, 1Th 2:16
9:14 1R 8:41-43, Jon 1:5, Jon 1:9-11, Jon 1:16, Jon 3:5-9, He 11:6, Jc 5:15, Rm 1:5, Rm 16:25-26, Mc 16:15-16, Lc 24:46-47, Jn 20:31, Ac 19:2, Ac 26:17-18, 2Tm 4:17, Tt 1:3
Réciproques : Nb 29:1, Dt 30:13, Esd 7:25, Ps 96:2, Pr 15:7, Pr 18:21, Pr 20:15, Mt 20:7, Lc 9:11, Ac 8:31, Ac 10:6, Ac 16:9, Ac 18:8, Rm 10:17, 1Co 3:5, Ep 1:13, Ep 2:8, Ep 4:11, 1Th 1:8, 1Tm 2:7
9:15 Jr 23:32, Mt 9:38, Mt 10:1-6, Mt 28:18-20, Lc 10:1, Jn 20:21, Ac 9:15, Ac 13:2-4, Ac 22:21, 1Co 12:28-29, 2Co 5:18-20, Ep 3:8, Ep 4:11-12, 1P 1:12, Es 52:7, Na 1:15, Es 57:19, Lc 2:14, Ac 10:36, Ep 2:17, Ep 6:15, Es 40:9, Es 61:1, Lc 2:10, Lc 8:1, Ac 13:26
Réciproques : Gn 8:11, Dt 30:13, 2S 18:27, Ps 89:15, Pr 9:3, Pr 18:21, Pr 20:15, Pr 25:25, Es 35:2, Es 41:27, Jr 23:21, Ez 2:3, Mt 4:23, Jn 10:1, Ac 5:9, Ac 13:3, Ac 13:32, Ac 16:9, Rm 5:1, 1Co 3:5, Ph 2:29, 2Tm 4:2, Tt 1:3
9:16 Rm 3:3, Rm 11:17, Jn 10:26, Ac 28:24, He 4:2, 1P 2:8, Rm 1:5, Rm 2:8, Rm 6:17, Rm 16:26, Es 50:10, Ga 3:1, Ga 5:7, 2Th 1:8, He 5:9, He 11:8, 1P 1:22, 1P 3:1, Es 53:1, Jn 12:38-40
Réciproques : Jg 6:10, Ps 18:44, Pr 8:33, Ha 3:2, Jn 3:32, Ac 4:17, Rm 11:31, 2Co 9:13, Ga 3:2, 2Th 3:2
9:17 Rm 10:14, Rm 1:16, Lc 16:29-31, 1Co 1:18-24, Col 1:4-6, 1Th 2:13, 2Th 2:13-14, Jc 1:18-21, 1P 1:23-25, 1P 2:1-2, Jr 23:28-29, Mc 4:24, Lc 8:11, Lc 8:21, Lc 11:28, 2Co 2:17, He 4:12-13, Ap 1:9
Réciproques : Jb 42:5, Ps 18:44, Pr 8:33, Es 51:5, Es 53:1, Es 55:2, Es 55:11, Lc 9:11, Jn 1:37, Jn 6:63, Ac 10:22, Ac 15:7, Rm 10:8, Ga 3:2, Ep 2:8, Col 1:6, He 4:2, He 13:7
9:18 Ac 2:5-11, Ac 26:20, Ac 28:23, Rm 1:8, Rm 15:19, Ps 19:4, Mt 24:14, Mt 26:13, Mt 28:19, Mc 16:15, Mc 16:20, Col 1:6, Col 1:23, 1R 18:10, Ps 22:27, Ps 98:3, Es 24:16, Es 49:6, Es 52:10, Jr 16:19, Mt 4:8
Réciproques : Lv 25:9, Ps 49:1, Ps 89:15, Ps 98:2, Es 2:3, Es 27:13, Es 40:9, Es 51:5, Es 54:3, Dn 12:4, Mt 13:38, Mt 24:31, Mc 13:10, Lc 3:6, Lc 14:23, Ac 1:8, Ac 10:22, Ac 15:7, Ac 19:10, Rm 10:19, 2Co 10:13, 1Tm 3:16, Tt 2:11
9:19 Rm 10:18, Rm 3:26, 1Co 1:12, 1Co 7:29, 1Co 10:19, 1Co 11:22, 1Co 15:50, Rm 11:11, Dt 32:21, Os 2:23, 1P 2:10, Rm 1:21-22, Ps 115:5-8, Es 44:18-20, Jr 10:8, Jr 10:14, 1Co 12:2, Tt 3:3
Réciproques : Lc 15:28, Ac 13:46
9:20 Pr 28:1, Es 58:1, Ep 6:19-20, Rm 9:30, Es 65:1-2, Es 49:6, Es 52:15, Es 55:4-5, Mt 20:16, Mt 22:9-10, Lc 14:23, 1Jn 4:19
Réciproques : 2Ch 15:4, Jr 29:14, Mi 5:7, Mc 12:9, Lc 15:5, Jn 4:26, Jn 9:35, Jn 12:38, Ac 9:6, Ac 13:46, Ac 18:10, 2Co 10:1
9:21 Pr 1:24, Es 65:2-5, Jr 25:4, Jr 35:15, Mt 20:1-15, Mt 21:33-43, Mt 22:3-7, Mt 23:34-37, Lc 24:47, Ac 13:46-47, Dt 9:13, Dt 31:27, 1S 8:7-8, Ne 9:26, Jr 44:4-6, Ac 7:51-52, 1Th 2:16, 1P 2:8
Réciproques : 2Ch 30:8, Pr 31:20, Es 49:4, Jr 35:17, Ml 3:7, Mc 12:9, Lc 7:30, Lc 10:11, Lc 15:5, Jn 4:26, Jn 5:34, Ac 18:10, Ac 26:1, 1P 2:7
9:1 1S 12:22, 2R 23:27, Ps 77:7, Ps 89:31-37, Ps 94:14, Jr 31:36-37, Jr 33:24-26, Os 9:17, Am 9:8-9, Rm 3:4, Rm 9:3, Ac 22:3, Ac 26:4, 2Co 11:22, Ph 3:5
Réciproques : 2R 17:20, 1Ch 17:22, 2Ch 15:2, Ps 44:9, Ps 60:1, Ps 74:1, Es 2:6, Es 6:12, Es 40:27, Es 41:9, Es 49:14, Es 63:8, Es 66:19, Jr 4:27, Jr 5:18, Jr 6:30, Jr 14:19, Jr 51:5, Lm 3:31, Ez 39:28, Za 13:8, Mc 12:9, Lc 15:31, Ac 3:12, Rm 3:2, Rm 3:3, Rm 9:6, Rm 11:15, 1Co 15:10
9:2 Rm 8:29-30, Rm 9:6, Rm 9:23, Ac 13:48, Ac 15:18, 1P 1:2, Gn 44:15, Ex 32:1, Ac 3:17, Ac 7:40, Ph 1:22, Ne 9:30, Lc 4:1, 1Co 6:2, He 1:1, 1Co 15:15, Nb 16:15, Jr 18:19-23, Jn 4:1-3, Jn 4:11
Réciproques : Lv 26:44, 1R 17:1, 1R 19:10, 2R 14:27, 2R 17:20, 1Ch 17:22, 2Ch 15:2, Ps 60:1, Ps 74:1, Ps 77:7, Ps 94:14, Ps 110:3, Es 2:6, Es 6:12, Es 24:13, Es 40:27, Es 41:9, Es 63:8, Jr 31:37, Jr 51:5, Ez 11:19, Jn 3:32, Jn 17:6, Rm 3:2, Rm 4:3, Rm 11:15, 1Co 8:3, Ga 4:30, 1Tm 5:18, 2Tm 2:19, Jc 2:23, Jc 5:17
9:3 1R 18:4, 1R 18:13, 1R 19:10-18, Ne 9:26, Jr 2:30, 1R 18:30-31
Réciproques : 1R 18:22
9:4 1R 19:18, Nb 25:3, Dt 4:3, Jg 2:13, 1R 16:31, 2R 10:19-20, Jr 19:5, Os 2:8, Os 13:1, So 1:4
Réciproques : Es 1:9, Es 4:2, Es 17:6, Es 45:23, Jr 3:14, Ez 12:16, Os 13:2, Am 3:12, Mi 5:3, Mi 7:18, So 3:13, Za 3:2, Mc 15:19, Lc 17:34, Ac 28:24, Rm 9:17, Rm 9:27, Ph 2:10, He 3:16, He 10:24, Ap 3:4
9:5 Rm 11:6-7, Rm 9:27, Rm 11:28, Rm 9:11, Ep 1:5-6
Réciproques : 1R 19:18, 2R 19:31, Esd 9:8, Es 4:2, Es 6:13, Es 10:22, Es 28:5, Es 37:31, Es 44:1, Es 65:8, Es 65:9, Jr 30:11, Jr 31:7, Jr 44:14, Ez 6:8, Ez 12:16, Dn 12:1, Jl 2:32, Am 3:12, Mi 4:7, Mi 5:7, So 2:7, Za 3:2, Za 14:16, Ml 3:2, Mt 7:14, Mt 19:25, Mt 20:12, Mt 20:15, Mc 13:20, Ac 2:47, Ac 17:34, 1Co 15:10, Ep 1:4, Ep 2:5, Col 3:12, 1Th 1:4, 2Th 2:16, 2Tm 1:9, Tt 2:11, He 3:16, 1P 1:2, 1Jn 2:19, Ap 7:4
9:6 Rm 3:27-28, Rm 4:4-5, Rm 5:20-21, Dt 9:4-6, 1Co 15:10, Ga 2:21, Ga 5:4, Ep 2:4-9, 2Tm 1:9, Tt 3:5
Réciproques : Gn 6:8, Lv 19:19, Dt 7:7, Dt 22:9, Esd 9:8, Es 6:13, Es 10:22, Es 28:5, Es 44:1, Es 65:8, Jr 44:14, Jr 50:20, Ez 6:8, Dn 12:1, Mi 4:7, Mi 5:7, Za 4:7, Mt 7:14, Mt 20:12, Mt 20:15, Ac 13:43, Ac 17:34, Ac 20:24, Rm 6:14, Rm 9:11, Rm 11:5, Ga 3:12, Ep 1:4, Ep 2:5, Ep 2:9, 2Th 2:16, Tt 2:11, Tt 3:7, 1P 2:10, 1Jn 2:19, Ap 7:4
9:7 Rm 3:9, Rm 6:15, 1Co 10:19, Ph 1:18, Rm 9:31-32, Rm 10:3, Pr 1:28, Lc 13:24, He 12:17, Rm 11:5, Rm 8:28-30, Rm 9:23, Ep 1:4, 2Th 2:13-14, 1P 1:2, Es 6:10, Es 44:18, Mt 13:14-15, Jn 12:40, 2Co 3:14, 2Co 4:4, 2Th 2:10-12, Rm 9:18
Réciproques : Lv 14:45, Nb 26:56, Dt 28:29, Dt 29:4, 2R 6:18, Es 42:19, Es 45:4, Ez 12:2, Ez 20:26, Jl 2:32, Am 8:12, So 1:17, Za 11:3, Za 11:11, Za 11:17, Mc 3:5, Lc 8:10, Lc 19:42, Jn 8:27, Jn 9:39, Jn 10:26, Jn 12:35, Ac 13:11, Ac 13:41, Ac 13:48, Ac 19:9, Rm 9:11, Rm 11:25, Rm 11:28, Ga 2:17, Ga 4:30, 1Th 5:9, 1P 2:10
9:8 Es 29:10, Dt 29:4, Es 6:9, Jr 5:21, Ez 12:2, Mc 4:11-12, Lc 8:10, Ac 28:26, 2R 17:34, 2R 17:41, 2Co 3:14-15
Réciproques : Ex 4:21, Ex 14:4, Lv 26:39, Jb 17:4, Ps 69:22, Es 44:18, Dn 12:10, Mt 11:25, Mt 12:45, Mt 13:14, Mc 8:18, Lc 10:13, Lc 11:34, Jn 10:26, Jn 12:40, Ac 13:27, Rm 3:10, Rm 9:18, Rm 11:10, Rm 11:25, 1Jn 4:6
9:9 Ps 69:22-23, Dt 6:10-12, Dt 32:13-15, 1S 25:36-38, Jb 20:20-23, Pr 1:32, Es 8:13-14, Lc 12:20, Lc 16:19-25, 1Tm 6:17-19, Dt 32:35, Ps 28:4, Es 59:18, Es 66:9, He 2:2
Réciproques : Jb 18:10, Es 28:13, Jr 6:21, Ez 3:20, Ez 7:19, Rm 14:13, Ap 2:14
9:10 Rm 11:8, Rm 1:21, Ps 69:23, Za 11:17, Ep 4:18, 2P 2:4, 2P 2:17, Jud 1:6, Jud 1:13, Dt 28:64-68, Es 51:23, Es 65:12
Réciproques : Dt 28:65
9:11 Ez 18:23, Ez 18:32, Ez 33:11, Rm 11:12, Rm 11:31, Ac 13:42, Ac 13:46-48, Ac 18:6, Ac 22:18-21, Ac 28:24-28, Rm 11:14, Rm 10:19, Rm 11:14
Réciproques : Dt 32:21, Es 29:17, Es 29:22, Es 49:21, Es 60:3, Ez 16:61, So 3:10, Za 10:9, Mt 10:6, Jn 11:4, Ac 28:28, Rm 3:4, Rm 9:24, Rm 9:32, Rm 11:15, Rm 11:19, Rm 11:28, Rm 11:30
9:12 Rm 11:15, Rm 11:33, Rm 9:23, Ep 3:8, Col 1:27, Rm 11:25, Es 11:11-16, Es 12:1-6, Es 60:1-22, Es 66:8-20, Mi 4:1-2, Mi 5:7, Za 2:11, Za 8:20-23, Ap 11:15-19
Réciproques : Gn 9:27, Lv 26:45, Jg 6:39, Es 54:3, Ez 5:11, So 3:10, Rm 3:29, Rm 11:11, Rm 11:19, 1Co 1:5, 2Co 6:10, 2Co 8:8, 2Co 8:9, He 9:14
9:13 Rm 15:16-19, Ac 9:15, Ac 13:2, Ac 22:21, Ac 26:17-18, Ga 1:16, Ga 2:2, Ga 2:7-9, Ep 3:8, 1Tm 2:7, 2Tm 1:11-12
Réciproques : 2R 5:8, Jb 33:23, Lc 14:23, Rm 1:1, Rm 3:29, 1Co 9:1, 2Co 11:28, Ep 3:2, 1Tm 3:1
9:14 1Co 7:16, 1Co 9:20-22, 2Tm 2:10, Rm 11:11, Rm 9:3, Phm 1:12, 1Co 7:16, 1Tm 4:16, Jc 5:20
Réciproques : Lc 13:8, Lc 14:23, 1Co 9:19, 1Co 9:22, Ph 3:11
9:15 Rm 11:1-2, Rm 11:11, Rm 11:12, Rm 5:10, Dn 9:24, 2Co 5:18-20, Ep 1:10, Col 1:20-21, Ez 37:1-14, Ap 11:11, Ap 20:4-6
Réciproques : Ps 75:7, Ps 126:2, Es 6:12, Es 11:11, Es 12:1, Jr 46:28, Ez 37:12, Ez 37:28, Dn 12:1, Dn 12:12, Os 1:11, Os 13:14, Rm 3:2, Rm 11:31, 2Co 5:19, Ap 20:5
9:16 Ex 22:29, Ex 23:16, Ex 23:19, Lv 23:10, Nb 15:17-21, Dt 18:4, Dt 26:10, Ne 10:35-37, Pr 3:9, Ez 44:30, Jc 1:18, Ap 14:4, Rm 11:17, Gn 17:7, Jr 2:21, 1Co 7:14
Réciproques : Lv 21:15, Nb 15:20, Dt 26:2, Es 6:13, Es 27:6, Es 61:9, Jr 2:3, Jr 32:39, Os 14:6, Za 10:9, Za 14:16, Mc 10:14, Ac 2:39, Ac 16:31, Rm 16:5, Jc 3:12
9:17 Ps 80:11-16, Es 6:13, Es 27:11, Jr 11:16, Ez 15:6-8, Mt 8:11-12, Mt 21:43, Jn 15:6, Ac 2:39, Ga 2:15, Ep 2:11-13, Ep 3:6, Col 2:13, Dt 8:8, Jg 9:8-9, Ps 52:8, Za 4:3, Jon 1:16, Ap 11:4
Réciproques : Gn 27:28, Jb 14:9, Ps 65:11, Ps 92:13, Es 30:17, Jr 12:16, Za 10:9, Mc 12:1, Rm 10:16, Rm 11:16, Rm 11:19, Rm 11:21, Rm 11:24, Rm 15:27, 1Co 1:9, Ph 1:5, Col 1:12, Col 2:7, Col 2:19, 1Tm 6:2, He 3:1, He 3:14, Jc 1:21
9:18 Rm 11:20, Rm 3:27, 1R 20:11, Pr 16:18, Mt 26:33, Lc 18:9-11, 1Co 10:12, Rm 4:16, Za 8:20-23, Jn 10:16, Ga 3:29, Ep 2:19-20
Réciproques : Jg 7:2, Es 32:15, Ac 26:20, Rm 11:24, Col 2:7, 2Tm 3:2
9:19 Rm 11:11-12, Rm 11:17, Rm 11:23, Rm 11:24
Réciproques : Es 29:17, Rm 11:21
9:20 Jn 4:17-18, Jc 2:19, Rm 3:3, Ac 13:46-47, Ac 18:6, He 3:12, He 3:19, He 4:6, He 4:11, Rm 5:1-2, 2Ch 20:20, Es 7:9, 1Co 16:13, 2Co 1:24, Col 2:7, 1P 5:9, 1P 5:12, Rm 11:18, Rm 12:16, Ps 138:6, Pr 28:26, Es 2:11, Es 2:17, Ha 2:4, So 3:11, Lc 18:14, 2Co 10:5, 2Th 2:4, 2Tm 3:3-5, Jc 4:6, 1P 5:5-6, Ap 3:17, Ap 18:7, Pr 28:14, Es 66:2, 1Co 10:12, Ph 2:12, He 4:1, 1P 1:17
Réciproques : Lv 25:17, Dt 9:4, Jb 37:24, Pr 16:18, Es 2:6, Jr 44:10, Mt 13:58, Mt 26:35, Mt 26:70, Rm 12:3, 2Co 7:11, 1Tm 6:17, 2Tm 3:4, He 12:28, 1P 1:5
9:21 Rm 11:17, Rm 11:19, Rm 8:32, Jr 25:29, Jr 49:12, 1Co 10:1-12, 2P 2:4-9, Jud 1:5
Réciproques : Dt 29:20, Es 30:14, Ez 5:11, He 3:12
9:22 Rm 2:4-5, Rm 9:22-23, Nb 14:18-22, Dt 32:39-43, Js 23:15-16, Ps 58:10-11, Ps 78:49-52, Ps 136:15-22, Es 66:14, Rm 2:7, Lc 8:15, Jn 8:31, Jn 15:4-10, Ac 11:23, Ac 14:22, 1Co 15:2, Ga 6:9, 1Th 3:5, 1Th 3:8, He 3:6, He 3:14, He 10:23, He 10:35-39, 1Jn 2:19, Jud 1:20-21, Ez 3:20, Ez 18:24, Ez 33:17-19, Mt 3:9-10, Jn 15:2, Ap 2:5
Réciproques : Nb 26:65, 2Ch 33:24, Ps 19:9, Ps 28:4, Ps 101:1, Ez 14:8, Os 2:4, Na 1:7, Ac 9:4, Rm 15:8, Jc 1:25
9:23 Za 12:10, Mt 23:39, 2Co 3:16
Réciproques : Lv 26:45, Dt 30:3, Jr 31:17, Ez 16:53, Mc 13:20, Rm 11:19, Rm 14:4
9:24 Rm 11:17-18, Rm 11:30
Réciproques : Ps 52:8, Ps 128:3, Es 6:13, Es 49:21, Es 65:8, Za 4:3, Za 10:9, Mc 13:20, Rm 11:19, He 9:14
9:25 Ps 107:43, Os 14:9, 1Co 10:1, 1Co 12:1, 2P 3:8, Rm 16:25, Ep 3:3-4, Ep 3:9, Ap 10:7, Rm 12:16, Pr 3:5-7, Pr 26:12, Pr 26:16, Es 5:21, Rm 11:7-8, 2Co 3:14-16, Ps 22:27, Ps 72:8-14, Ps 72:17, Ps 127:1, Es 2:1-8, Es 60:1-22, Es 66:18-23, Mi 4:1-2, Za 8:20-23, Za 14:9-21, Lc 21:24, Ap 7:9, Ap 11:15, Ap 20:2-4
Réciproques : Dt 28:29, Dt 32:28, Ps 47:9, Ps 69:23, Ps 72:11, Ps 86:9, Pr 3:7, Pr 23:4, Pr 26:5, Pr 28:11, Pr 30:2, Ec 7:16, Es 11:9, Es 25:1, Es 42:19, Es 60:5, Ez 36:24, Os 1:11, Os 3:5, Mi 4:7, So 1:17, So 3:18, Za 8:7, Za 10:6, Mt 23:39, Mt 24:22, Mc 3:5, Ac 3:19, Ac 13:11, Ac 13:27, Rm 1:13, Rm 1:14, Rm 1:22, Rm 2:5, Rm 11:12, Rm 11:31, Rm 12:3, 1Co 3:18, 1Co 8:1, 1Co 8:2, 1Co 13:2, 2Co 1:14, 2Co 3:16, Ep 4:18, Ap 3:17
9:26 Es 11:11-16, Es 45:17, Es 54:6-10, Jr 3:17-23, Jr 30:17-22, Jr 31:31-37, Jr 32:37-41, Jr 33:24-26, Ez 34:22-31, Ez 37:21-28, Ez 39:25-29, Ez 40:1, Ez 48:35, Os 3:5, Jl 3:16-21, Am 9:14-15, Mi 7:15-20, So 3:12-20, Za 10:6-12, Ps 14:7, Ps 106:47, Es 59:20, Mt 1:21, Ac 3:26, Tt 2:14
Réciproques : Lv 26:44, Dt 30:3, Dt 30:6, Dt 30:8, Ps 25:14, Ps 134:3, Es 1:27, Es 11:9, Es 17:6, Es 30:19, Es 33:5, Es 49:21, Jr 23:6, Jr 30:7, Jr 31:1, Jr 31:34, Jr 31:37, Jr 33:16, Jr 50:20, Ez 36:24, Ez 36:29, Ez 37:11, Dn 8:14, Dn 9:27, Dn 12:1, Os 1:11, Os 2:14, Jl 2:32, Mi 4:1, Mi 7:20, So 3:18, Za 14:16, Lc 24:47, Ac 5:31, Ac 13:23, Rm 5:6, He 12:22
9:27 Es 55:3, Es 59:21, Jr 31:31-34, Jr 32:38-40, He 8:8-12, He 10:16, Es 27:9, Es 43:25, Jr 50:20, Ez 36:25-29, Os 14:2, Jn 1:29
Réciproques : Dt 30:8, Ps 25:14, Es 1:27, Es 59:20, Jr 23:6, Jr 31:34, Dn 8:14, Os 2:14, Lc 24:47, Ac 5:31, Tt 2:14, He 8:12, He 10:4
9:28 Rm 11:11, Rm 11:30, Mt 21:43, Ac 13:45-46, Ac 14:2, Ac 18:6, 1Th 2:15-16, Rm 11:7, Es 41:8-9, Gn 26:4, Gn 28:14, Lv 26:40-42, Dt 4:31, Dt 7:7-8, Dt 8:18, Dt 9:5, Dt 10:15, Ps 105:8-11, Jr 31:3, Mi 7:20, Lc 1:54, Lc 1:68-75
Réciproques : Ex 20:6, Ex 33:13, Lv 26:45, Dt 5:9, Dt 23:5, 1R 15:4, Es 44:21, Es 49:15, Es 63:8, Es 65:9, Jr 11:15, Os 11:9, Am 9:8, Za 1:17, Ml 1:2, Ml 3:6, Mc 10:14, Mc 13:20, Lc 1:55, Lc 1:72, Rm 3:2, Rm 9:5, Rm 11:5, 2Co 9:1, 1P 1:2
9:29 Nb 23:19, Os 13:14, Ml 3:6
Réciproques : Gn 6:6, Gn 27:33, Ex 20:6, Lv 26:45, Nb 22:12, Nb 23:27, Dt 5:9, 1S 12:22, 1Ch 17:27, Ps 18:50, Ps 89:34, Es 44:21, Es 46:4, Es 49:15, Es 54:10, Jr 31:3, Os 11:9, Am 9:8, Za 1:17, Ml 1:2, Lc 1:55, Ac 2:39, Rm 3:2, Rm 3:3, He 6:17, Jc 1:17
9:30 1Co 6:9-11, Ep 2:1-2, Ep 2:12, Ep 2:13, Ep 2:19-21, Col 3:7, Tt 3:3-7, Rm 11:31, 1Co 7:25, 2Co 4:1, 1Tm 1:18, 1P 2:10, Rm 11:11-19
Réciproques : Os 2:1, Os 2:23, Mt 5:7, Rm 11:24, Rm 11:28, Rm 12:1, Rm 15:8, Ep 2:3, 1Th 5:9, 1Tm 1:13, He 4:11, Jc 1:17
9:31 Rm 10:16, Rm 11:15, Rm 11:25
Réciproques : Dt 30:3, Es 55:9, Os 2:1, Rm 11:11, Rm 11:30, Rm 12:1, 1Tm 1:13
9:32 Rm 3:9, Rm 3:22, Ga 3:22, Jn 1:7, Jn 12:32, 1Tm 2:4-6
Réciproques : 1S 26:8, Jb 12:14, Jb 16:11, Ps 77:9, Jr 33:26, Rm 3:23
9:33 Ps 107:8-43, Pr 25:3, Ep 3:18, Rm 2:4, Rm 9:23, Ep 1:7, Ep 2:7, Ep 3:8, Ep 3:10, Ep 3:16, Col 1:27, Col 2:2-3, Jb 5:9, Jb 9:10, Jb 11:7-9, Jb 26:14, Jb 33:13, Jb 37:19, Jb 37:23, Ps 36:6, Ps 40:5, Ps 77:19, Ps 92:5, Ps 97:2, Ec 3:11, Dn 4:35
Réciproques : Dt 29:29, Jg 20:25, 2R 23:29, 1Ch 16:12, 1Ch 17:4, Est 2:22, Est 6:1, Jb 4:17, Jb 9:4, Jb 10:13, Jb 17:8, Jb 21:5, Jb 23:14, Jb 28:7, Jb 28:14, Jb 28:23, Jb 37:5, Ps 73:16, Ps 104:24, Ps 106:2, Ps 131:1, Ps 139:6, Ps 145:3, Ps 147:5, Pr 8:12, Pr 8:14, Pr 25:2, Pr 30:3, Ec 5:8, Ec 7:24, Ec 8:17, Ec 11:5, Es 19:12, Es 28:29, Es 40:28, Es 45:15, Es 46:10, Jr 32:19, Jr 32:25, Jr 51:15, Ez 1:16, Ez 10:10, Mi 4:12, Mt 11:26, Ac 2:23, Rm 8:39, Rm 11:12, Rm 16:27, 1Co 1:21, 1Co 1:25, 1Co 2:10, 1Co 2:11, Ep 1:8, Ph 4:19, Ap 15:8
9:34 Jb 15:8, Jb 36:22, Es 40:13, Jr 23:18, 1Co 2:16
Réciproques : Dt 29:29, 1Ch 17:4, 2Ch 32:3, Jb 9:12, Jb 12:13, Jb 21:22, Jb 28:14, Jb 33:13, Jb 34:13, Jb 36:23, Jb 40:2, Ps 92:5, Pr 8:14, Pr 25:2, Es 19:12, Es 40:28, Es 45:15, Es 46:10, Jr 18:6, Jr 32:19, Jr 32:25, Mi 4:12, Lc 4:23, Ac 11:17, Rm 16:27, 1Co 2:11, 1Co 13:9, Ep 1:11, Ap 5:3
9:35 Jb 35:7, Jb 41:11, Mt 20:15, 1Co 4:7
Réciproques : 1Ch 29:12, Jb 34:33, Ps 16:2, Ps 21:3, Es 8:14, Es 43:26, Ez 45:17, Lc 4:23, Lc 15:31, Lc 17:10, Ac 17:25, Rm 4:4
9:36 1Ch 29:11-12, Ps 33:6, Pr 16:4, Dn 2:20-23, Dn 4:3, Dn 4:34, Mt 6:13, Ac 17:25-26, Ac 17:28, 1Co 8:6, Ep 4:6-10, Col 1:15-17, Ap 21:6, Rm 16:27, Ps 29:1-2, Ps 96:7-8, Ps 115:1, Es 42:12, Lc 2:14, Lc 19:38, Ga 1:5, Ep 3:21, Ph 4:20, 1Tm 1:17, 1Tm 6:16, 2Tm 4:18, He 13:21, 1P 5:11, 2P 3:18, Jud 1:25, Ap 1:5-6, Ap 4:10-11, Ap 5:12-14, Ap 7:10, Ap 19:1, Ap 19:6, Ap 19:7
Réciproques : Gn 1:1, 1Ch 29:14, Jb 12:9, Ps 104:31, Ec 3:14, Ez 45:17, Mt 21:41, Jn 19:11, Ac 15:14, 1Co 1:30, 1Co 11:12, 2Co 1:20, 2Co 5:18, Col 1:16, He 2:10, Ap 5:13