Comparer
1 Pierre 5TR1550 1 πρεσβυτέρους τοὺς ἐν ὑμῖν παρακαλῶ ὁ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ χριστοῦ παθημάτων ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός
TR1550 2 ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ θεοῦ ἐπισκοποῦντες μὴ ἀναγκαστῶς ἀλλ᾽ ἑκουσίως μηδὲ αἰσχροκερδῶς ἀλλὰ προθύμως
TR1550 3 μηδ ὡς κατακυριεύοντες τῶν κλήρων ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου
TR1550 4 καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον
TR1550 5 ὁμοίως νεώτεροι ὑποτάγητε πρεσβυτέροις πάντες δὲ ἀλλήλοις ὑποτασσόμενοι τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε ὅτι ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν
TR1550 6 ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ
TR1550 7 πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιῤῥίψαντες ἐπ᾽ αὐτόν ὅτι αὐτῷ μέλει περὶ ὑμῶν
TR1550 8 νήψατε γρηγορήσατε ὅτι ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν τινα καταπίῃ
TR1550 9 ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι
TR1550 10 ὁ δὲ θεὸς πάσης χάριτος ὁ καλέσας ἡμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν χριστῷ ἰησοῦ ὀλίγον παθόντας αὐτὸς καταρτίσαι ὑμᾶς στηρίξαι σθενώσαι θεμελιώσαι
TR1550 11 αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν
TR1550 12 διὰ σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ ὡς λογίζομαι δι᾽ ὀλίγων ἔγραψα παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ θεοῦ εἰς ἣν ἑστήκατε
TR1550 13 ἀσπάζεται ὑμᾶς ἡ ἐν βαβυλῶνι συνεκλεκτὴ καὶ μᾶρκος ὁ υἱός μου
TR1550 14 ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης εἰρήνη ὑμῖν πᾶσιν τοῖς ἐν χριστῷ ἰησοῦ ἀμὴν
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées