Lueur.org - Un éclairage sur la foi

Comparer

Apocalypse 7

KJV 1 And after these things I saw four angels standing on the four corners of the earth, holding the four winds of the earth, that the wind should not blow on the earth, nor on the sea, nor on any tree.

TR1550 1 καὶ μετὰ ταῦτα εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς μήτε ἐπὶ τῆς θαλάσσης μήτε ἐπὶ πᾶν δένδρον

KJV 2 And I saw another angel ascending from the east, having the seal of the living God: and he cried with a loud voice to the four angels, to whom it was given to hurt the earth and the sea,

TR1550 2 καὶ εἶδον ἄλλον ἄγγελον ἀναβάντα ἀπὸ ἀνατολῆς ἡλίου ἔχοντα σφραγῖδα θεοῦ ζῶντος καὶ ἔκραξεν φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν

KJV 3 Saying, Hurt not the earth, neither the sea, nor the trees, till we have sealed the servants of our God in their foreheads.

TR1550 3 λέγων μὴ ἀδικήσητε τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα ἄχρις οὗ σφραγίζωμεν τοὺς δούλους τοῦ θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν

KJV 4 And I heard the number of them which were sealed: and there were sealed an hundred and forty and four thousand of all the tribes of the children of Israel.

TR1550 4 καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων ρμδ´ χιλιάδες ἐσφραγισμένοι ἐκ πάσης φυλῆς υἱῶν ἰσραήλ

KJV 5 Of the tribe of Juda were sealed twelve thousand. Of the tribe of Reuben were sealed twelve thousand. Of the tribe of Gad were sealed twelve thousand.

TR1550 5 ἐκ φυλῆς ἰούδα ιβ´ χιλιάδες ἐσφραγισμένοι ἐκ φυλῆς Ῥουβὴν ιβ´ χιλιάδες ἐσφραγισμένοι ἐκ φυλῆς γὰδ ιβ´ χιλιάδες ἐσφραγισμένοι

KJV 6 Of the tribe of Aser were sealed twelve thousand. Of the tribe of Nephthalim were sealed twelve thousand. Of the tribe of Manasses were sealed twelve thousand.

TR1550 6 ἐκ φυλῆς ἀσὴρ ιβ´ χιλιάδες ἐσφραγισμένοι ἐκ φυλῆς νεφθαλείμ ιβ´ χιλιάδες ἐσφραγισμένοι ἐκ φυλῆς μανασσῆ ιβ´ χιλιάδες ἐσφραγισμένοι

KJV 7 Of the tribe of Simeon were sealed twelve thousand. Of the tribe of Levi were sealed twelve thousand. Of the tribe of Issachar were sealed twelve thousand.

TR1550 7 ἐκ φυλῆς συμεὼν ιβ´ χιλιάδες ἐσφραγισμένοι ἐκ φυλῆς λευὶ ιβ´ χιλιάδες ἐσφραγισμένοι ἐκ φυλῆς ἰσαχάρ ιβ´ χιλιάδες ἐσφραγισμένοι

KJV 8 Of the tribe of Zabulon were sealed twelve thousand. Of the tribe of Joseph were sealed twelve thousand. Of the tribe of Benjamin were sealed twelve thousand.

TR1550 8 ἐκ φυλῆς Ζαβουλὼν ιβ´ χιλιάδες ἐσφραγισμένοι ἐκ φυλῆς ἰωσὴφ ιβ´ χιλιάδες ἐσφραγισμένοι ἐκ φυλῆς βενιαμὶν ιβ´ χιλιάδες ἐσφραγισμένοι

KJV 9 After this I beheld, and, lo, a great multitude, which no man could number, of all nations, and kindreds, and people, and tongues, stood before the throne, and before the Lamb, clothed with white robes, and palms in their hands;

TR1550 9 μετὰ ταῦτα εἶδον καὶ ἰδού ὄχλος πολύς ὃν ἀριθμῆσαι αὐτὸν οὐδεὶς ἠδύνατο ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν ἑστῶτες ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου περιβεβλημένοι στολὰς λευκάς καὶ φοίνικες ἐν ταῖς χερσὶν αὐτῶν

KJV 10 And cried with a loud voice, saying, Salvation to our God which sitteth upon the throne, and unto the Lamb.

TR1550 10 καὶ κράζοντες φωνῇ μεγάλῃ λέγοντες ἡ σωτηρία τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου τοῦ θεοῦ ἡμῶν καὶ τῷ ἀρνίῳ

KJV 11 And all the angels stood round about the throne, and about the elders and the four beasts, and fell before the throne on their faces, and worshipped God,

TR1550 11 καὶ πάντες οἱ ἄγγελοι ἑστήκεσαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων καὶ ἔπεσον ἐνώπιον τοῦ θρόνου ἐπὶ πρόσωπον αὐτῶν καὶ προσεκύνησαν τῷ θεῷ

KJV 12 Saying, Amen: Blessing, and glory, and wisdom, and thanksgiving, and honour, and power, and might, be unto our God for ever and ever. Amen.

TR1550 12 λέγοντες ἀμήν ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν

KJV 13 And one of the elders answered, saying unto me, What are these which are arrayed in white robes? and whence came they?

TR1550 13 καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων λέγων μοι οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκὰς τίνες εἰσὶν καὶ πόθεν ἦλθον

KJV 14 And I said unto him, Sir, thou knowest. And he said to me, These are they which came out of great tribulation, and have washed their robes, and made them white in the blood of the Lamb.

TR1550 14 καὶ εἴρηκα αὐτῷ κύριέ σὺ οἶδας καὶ εἶπέν μοι οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν καὶ ἐλεύκαναν στολὰς αὐτῶν ἐν τῷ αἵματι τοῦ ἀρνίου

KJV 15 Therefore are they before the throne of God, and serve him day and night in his temple: and he that sitteth on the throne shall dwell among them.

TR1550 15 διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ θεοῦ καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ καὶ ὁ καθήμενος ἐπὶ τοῦ θρόνου σκηνώσει ἐπ᾽ αὐτούς

KJV 16 They shall hunger no more, neither thirst any more; neither shall the sun light on them, nor any heat.

TR1550 16 οὐ πεινάσουσιν ἔτι οὐδὲ διψήσουσιν ἔτι οὐδὲ μὴ πέσῃ ἐπ᾽ αὐτοὺς ὁ ἥλιος οὐδὲ πᾶν καῦμα

KJV 17 For the Lamb which is in the midst of the throne shall feed them, and shall lead them unto living fountains of waters: and God shall wipe away all tears from their eyes.

TR1550 17 ὅτι τὸ ἀρνίον τὸ ἀναμέσον τοῦ θρόνου ποιμανεῖ αὐτούς καὶ ὁδηγήσει αὐτοὺς ἐπὶ ζώσας πηγὰς ὑδάτων καὶ ἐξαλείψει ὁ θεὸς πᾶν δάκρυον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées