Lueur.org - Un éclairage sur la foi

Comparer

Galates 4

TR1550 1 λέγω δέ ἐφ᾽ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν οὐδὲν διαφέρει δούλου κύριος πάντων ὤν

TR1550 2 ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶν καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός

TR1550 3 οὕτως καὶ ἡμεῖς ὅτε ἦμεν νήπιοι ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι

TR1550 4 ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικός γενόμενον ὑπὸ νόμον

TR1550 5 ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν

TR1550 6 ὅτι δέ ἐστε υἱοί ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κρᾶζον αββα ὁ πατήρ

TR1550 7 ὥστε οὐκέτι εἶ δοῦλος ἀλλ᾽ υἱός εἰ δὲ υἱός καὶ κληρονόμος θεοῦ διὰ χριστοῦ

TR1550 8 ἀλλὰ τότε μὲν οὐκ εἰδότες θεὸν ἐδουλεύσατε τοῖς μὴ φύσει οὖσιν θεοῖς

TR1550 9 νῦν δὲ γνόντες θεόν μᾶλλον δὲ γνωσθέντες ὑπὸ θεοῦ πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε

TR1550 10 ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς

TR1550 11 φοβοῦμαι ὑμᾶς μήπως εἰκῇ κεκοπίακα εἰς ὑμᾶς

TR1550 12 γίνεσθε ὡς ἐγώ ὅτι κἀγὼ ὡς ὑμεῖς ἀδελφοί δέομαι ὑμῶν οὐδέν με ἠδικήσατε

TR1550 13 οἴδατε δὲ ὅτι δι᾽ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον

TR1550 14 καὶ τὸν πειρασμὸν μου τὸν ἐν τῇ σαρκί μοῦ οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε ἀλλ᾽ ὡς ἄγγελον θεοῦ ἐδέξασθέ με ὡς χριστὸν ἰησοῦν

TR1550 15 τίς οὖν ἧν ὁ μακαρισμὸς ὑμῶν μαρτυρῶ γὰρ ὑμῖν ὅτι εἰ δυνατὸν τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατέ μοι

TR1550 16 ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν

TR1550 17 ζηλοῦσιν ὑμᾶς οὐ καλῶς ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν ἵνα αὐτοὺς ζηλοῦτε

TR1550 18 καλὸν δὲ τὸ ζηλοῦσθαι ἐν καλῷ πάντοτε καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς

TR1550 19 τεκνία μου οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ χριστὸς ἐν ὑμῖν

TR1550 20 ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι καὶ ἀλλάξαι τὴν φωνήν μου ὅτι ἀποροῦμαι ἐν ὑμῖν

TR1550 21 λέγετέ μοι οἱ ὑπὸ νόμον θέλοντες εἶναι τὸν νόμον οὐκ ἀκούετε

TR1550 22 γέγραπται γὰρ ὅτι ἀβραὰμ δύο υἱοὺς ἔσχεν ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας

TR1550 23 ἀλλ᾽ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται ὁ δὲ ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελίας

TR1550 24 ἅτινά ἐστιν ἀλληγορούμενα αὗται γάρ εἰσιν αἱ δύο διαθῆκαι μία μὲν ἀπὸ ὄρους σινᾶ εἰς δουλείαν γεννῶσα ἥτις ἐστὶν ἁγάρ

TR1550 25 τὸ γὰρ ἁγὰρ σινᾶ ὄρος ἐστὶν ἐν τῇ ἀραβίᾳ συστοιχεῖ δὲ τῇ νῦν ἰερουσαλήμ δουλεύει δὲ μετὰ τῶν τέκνων αὐτῆς

TR1550 26 ἡ δὲ ἄνω ἰερουσαλὴμ ἐλευθέρα ἐστίν ἥτις ἐστὶν μήτηρ πάντων ἡμῶν

TR1550 27 γέγραπται γάρ εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα

TR1550 28 ἡμεῖς δέ ἀδελφοί κατὰ ἰσαὰκ ἐπαγγελίας τέκνα ἐσμέν

TR1550 29 ἀλλ᾽ ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκεν τὸν κατὰ πνεῦμα οὕτως καὶ νῦν

TR1550 30 ἀλλὰ τί λέγει ἡ γραφή ἕκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς οὐ γὰρ μὴ κληρονομήσῃ ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας

TR1550 31 ἄρα, ἀδελφοί οὐκ ἐσμὲν παιδίσκης τέκνα ἀλλὰ τῆς ἐλευθέρας

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées