Comparer
Hébreux 7:11-28TR1550 11 εἰ μὲν οὖν τελείωσις διὰ τῆς λευιτικῆς ἱερωσύνης ἦν ὁ λαὸς γὰρ ἐπ᾽ αὐτῇ νενομοθέτητο τίς ἔτι χρεία κατὰ τὴν τάξιν μελχισέδεκ ἕτερον ἀνίστασθαι ἱερέα καὶ οὐ κατὰ τὴν τάξιν ἀαρὼν λέγεσθαι
TR1550 12 μετατιθεμένης γὰρ τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται
TR1550 13 ἐφ᾽ ὃν γὰρ λέγεται ταῦτα φυλῆς ἑτέρας μετέσχηκεν ἀφ᾽ ἡς οὐδεὶς προσέσχηκεν τῷ θυσιαστηρίῳ
TR1550 14 πρόδηλον γὰρ ὅτι ἐξ ἰούδα ἀνατέταλκεν ὁ κύριος ἡμῶν εἰς ἣν φυλὴν οὐδὲν περὶ ἱερωσυνής μωσῆς ἐλάλησεν
TR1550 15 καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν εἰ κατὰ τὴν ὁμοιότητα μελχισέδεκ ἀνίσταται ἱερεὺς ἕτερος
TR1550 16 ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκίκης γέγονεν ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου
TR1550 17 μαρτυρεῖ γὰρ ὅτι σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν μελχισέδεκ
TR1550 18 ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές
TR1550 19 οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος δι᾽ ἡς ἐγγίζομεν τῷ θεῷ
TR1550 20 καὶ καθ᾽ ὅσον οὐ χωρὶς ὁρκωμοσίας οἵ μέν γάρ χωρίς ὁρκωμοσίας εἰσιν ἱερεῖς γεγονότες
TR1550 21 ὁ δὲ μετὰ ὁρκωμοσίας διὰ τοῦ λέγοντος πρὸς αὐτόν ὢμοσεν κύριος καὶ οὐ μεταμεληθήσεται σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν μελχισεδέκ
TR1550 22 κατὰ τοσοῦτον κρείττονος διαθήκης γέγονεν ἔγγυος ἰησοῦς
TR1550 23 καὶ οἱ μὲν πλείονές εἰσιν γεγονότες ἱερεῖς διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν
TR1550 24 ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἔχει τὴν ἱερωσύνην
TR1550 25 ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι᾽ αὐτοῦ τῷ θεῷ πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν
TR1550 26 τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεύς ὅσιος ἄκακος ἀμίαντος κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος
TR1550 27 ὃς οὐκ ἔχει καθ᾽ ἡμέραν ἀνάγκην ὥσπερ οἱ ἀρχιερεῖς πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν ἔπειτα τῶν τοῦ λαοῦ τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας
TR1550 28 ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées