Lueur.org - Un éclairage sur la foi

Comparer

Marc 2

TR1550 1 καὶ πάλιν εἰσῆλθεν εἰς καπερναοὺμ δι᾽ ἡμερῶν καὶ ἠκούσθη ὅτι εἰς οἶκον ἐστίν

TR1550 2 καὶ εὐθὲως συνήχθησαν πολλοὶ ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν καὶ ἐλάλει αὐτοῖς τὸν λόγον

TR1550 3 καὶ ἔρχονται πρὸς αὐτὸν παραλυτικὸν φέροντες αἰρόμενον ὑπὸ τεσσάρων

TR1550 4 καὶ μὴ δυνάμενοι προσεγγίσαι αὐτῷ διὰ τὸν ὄχλον ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν καὶ ἐξορύξαντες χαλῶσιν τὸν κράββατον ἐφ᾽ ὧ ὁ παραλυτικὸς κατέκειτο

TR1550 5 ἰδὼν δὲ ὁ ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ τέκνον ἀφέωνται σοι αἱ ἁμαρτίαι σου

TR1550 6 ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν

TR1550 7 τί οὗτος οὕτως λαλεῖ βλασφημὶας τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ θεός

TR1550 8 καὶ εὐθὲως ἐπιγνοὺς ὁ ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως διαλογίζονται ἐν ἑαυτοῖς εἶπεν αὐτοῖς τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν

TR1550 9 τί ἐστιν εὐκοπώτερον εἰπεῖν τῷ παραλυτικῷ ἀφέωνταί σοί αἱ ἁμαρτίαι ἢ εἰπεῖν ἕγειραι καὶ ἆρον σου τὸν κράββατον καὶ περιπάτει

TR1550 10 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας λέγει τῷ παραλυτικῷ

TR1550 11 σοὶ λέγω ἔγειραι καὶ ἆρον τὸν κράββατον σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου

TR1550 12 καὶ ἠγέρθη εὐθὲως, καὶ ἄρας τὸν κράββατον ἐξῆλθεν ἐναντίον πάντων ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν θεὸν λέγοντας ὅτι οὐδέποτε οὕτως εἴδομεν

TR1550 13 καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν καὶ ἐδίδασκεν αὐτούς

TR1550 14 καὶ παράγων εἶδεν λευὶν τὸν τοῦ ἁλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον καὶ λέγει αὐτῷ ἀκολούθει μοι καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ

TR1550 15 καὶ ἐγενέτο ἐν τῷ κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τὦ ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ ἦσαν γὰρ πολλοὶ καὶ ἠκολούθησαν αὐτῷ

TR1550 16 καὶ οἱ γραμματεῖς καὶ οἱ φαρισαῖοι, ἰδόντες αὐτὸν ἐσθίοντα μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ τι ὅτι μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει καὶ πίνει

TR1550 17 καὶ ἀκούσας ὁ ἰησοῦς λέγει αὐτοῖς οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ᾽ οἱ κακῶς ἔχοντες οὐκ ἦλθον καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλούς εἰς μετάνοιαν

TR1550 18 καὶ ἦσαν οἱ μαθηταὶ ἰωάννου καὶ οἱ τῶν φαρισαίων νηστεύοντες καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ διατί οἱ μαθηταὶ ἰωάννου καὶ οἱ τῶν φαρισαίων νηστεύουσιν οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν

TR1550 19 καὶ εἶπεν αὐτοῖς ὁ ἰησοῦς μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ᾽ αὐτῶν ἐστιν νηστεύειν ὅσον χρόνον μεθ᾽ ἑαυτῶν ἔχουσιν τὸν νυμφίον οὐ δύνανται νηστεύειν

TR1550 20 ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος καὶ τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραῖς

TR1550 21 καὶ οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιῤῥάπτει ἐπὶ ἱμάτίῳ παλαιῷ εἰ δὲ μή αἴρει τὸ πλήρωμα αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ και χεῖρον σχίσμα γίνεται

TR1550 22 καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς εἰ δὲ μή ῥήσσει ὁ οἶνος ὁ νέος τοὺς ἀσκούς καὶ ὁ οἶνος ἐκχεῖται, καὶ οἱ ἀσκοί ἀπόλοῦνται ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινούς βλητέον

TR1550 23 καὶ ἐγένετο παραπορεύεσθαι αὐτὸν ἐν τοῖς σάββασιν διὰ τῶν σπορίμων καὶ ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας

TR1550 24 καὶ οἱ φαρισαῖοι ἔλεγον αὐτῷ Ἴδε τί ποιοῦσιν ἐν τοῖς σάββασιν ὃ οὐκ ἔξεστιν

TR1550 25 καὶ αὐτὸς ἔλεγεν αὐτοῖς οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν δαβίδ, ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτός καὶ οἱ μετ᾽ αὐτοῦ

TR1550 26 πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ ἐπὶ ἀβιαθὰρ τοῦ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ τοῖς ἱερεῦσιν καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν

TR1550 27 καὶ ἔλεγεν αὐτοῖς τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον

TR1550 28 ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées