Lueur.org - Un éclairage sur la foi

Comparer

Marc 6:34-44

TR1550 34 καὶ ἐξελθὼν εἶδεν ὁ ἰησοῦς πολὺν ὄχλον καὶ ἐσπλαγχνίσθη ἐπ᾽ αὐτοῖς, ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά

TR1550 35 καὶ ἤδη ὥρας πολλῆς γενομένης προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγουσιν ὅτι ἕρημός ἐστιν ὁ τόπος καὶ ἤδη ὥρα πολλή

TR1550 36 ἀπόλυσον αὐτούς ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς ἄρτους τί γὰρ φάγωσιν οὐκ ἔχουσιν

TR1550 37 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς δότε αὐτοῖς ὑμεῖς φαγεῖν καὶ λέγουσιν αὐτῷ ἀπελθόντες ἀγοράσωμεν διακοσίων δηναρίων ἄρτους καὶ δώμεν αὐτοῖς φαγεῖν

TR1550 38 ὁ δὲ λέγει αὐτοῖς πόσους ἄρτους ἔχετε ὑπάγετε καὶ ἴδετε καὶ γνόντες λέγουσιν πέντε καὶ δύο ἰχθύας

TR1550 39 καὶ ἐπέταξεν αὐτοῖς ἀνακλῖναι πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ

TR1550 40 καὶ ἀνέπεσον πρασιαὶ πρασιαὶ ἀνὰ ἑκατὸν καὶ ἀνὰ πεντήκοντα

TR1550 41 καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κατέκλασεν τοὺς ἄρτους καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα παραθῶσιν αὐτοῖς καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πᾶσιν

TR1550 42 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν

TR1550 43 καὶ ἦραν κλασμάτων δώδεκα κοφίνους πληρεις, καὶ ἀπὸ τῶν ἰχθύων

TR1550 44 καὶ ἦσαν οἱ φαγόντες τοὺς ἄρτους ὡσεὶ πεντακισχίλιοι ἄνδρες

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées