Comparer
Marc 6TR1550 1 καὶ ἐξῆλθεν ἐκεῖθεν καὶ ἦλθεν εἰς τὴν πατρίδα αὐτοῦ καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ
TR1550 2 καὶ γενομένου σαββάτου ἤρξατο ἐν τῇ συναγωγῇ διδάσκειν καὶ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο λέγοντες πόθεν τούτῳ ταῦτα καὶ τίς ἡ σοφία ἡ δοθεῖσα αὐτῷ, ὅτι καὶ δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ γινόνται
TR1550 3 οὐκ οὗτός ἐστιν ὁ τέκτων ὁ υἱὸς μαρίας ἀδελφὸς δὲ ἰακώβου καὶ ἰωσῆ καὶ ἰούδα καὶ σίμωνος καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ
TR1550 4 ἔλεγεν δὲ αὐτοῖς ὁ ἰησοῦς ὅτι οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τοῖς συγγενέσιν καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ
TR1550 5 καὶ οὐκ ἠδύνατο ἐκεῖ οὐδεμίαν δύναμιν ποιῆσαι εἰ μὴ ὀλίγοις ἀῤῥώστοις ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσεν
TR1550 6 καὶ ἐθαύμαζεν διὰ τὴν ἀπιστίαν αὐτῶν καὶ περιῆγεν τὰς κώμας κύκλῳ διδάσκων
TR1550 7 καὶ προσκαλεῖται τοὺς δώδεκα καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων
TR1550 8 καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδὸν εἰ μὴ ῥάβδον μόνον μὴ πήραν μὴ ἄρτον μὴ εἰς τὴν ζώνην χαλκόν
TR1550 9 ἀλλ᾽ ὑποδεδεμένους σανδάλια καὶ μὴ ἐνδύσησθε δύο χιτῶνας
TR1550 10 καὶ ἔλεγεν αὐτοῖς ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν
TR1550 11 καὶ ὃσοι ἂν μὴ δέξωνταί ὑμᾶς μηδὲ ἀκούσωσιν ὑμῶν ἐκπορευόμενοι ἐκεῖθεν ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον αὐτοῖς ἀμὴν λέγω ὑμῖν, ἀνεκτοτερον ἔσται σοδόμοις ἤ γομόῤῥοις ἐν ἡμέρᾳ κρίσεως, ἤ τῇ πόλει ἐκείνη
TR1550 12 καὶ ἐξελθόντες ἐκήρυσσον ἵνα μετανοήσωσιν
TR1550 13 καὶ δαιμόνια πολλὰ ἐξέβαλλον καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀῤῥώστους καὶ ἐθεράπευον
TR1550 14 καὶ ἤκουσεν ὁ βασιλεὺς ἡρῴδης φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ καὶ ἔλεγεν ὅτι ἰωάννης ὁ βαπτίζων ἐκ νεκρῶν ἠγέρθη, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ
TR1550 15 ἄλλοι ἔλεγον ὅτι ἠλίας ἐστίν ἄλλοι δὲ ἔλεγον ὅτι προφήτης ἐστίν ἢ ὡς εἷς τῶν προφητῶν
TR1550 16 ἀκούσας δὲ ὁ ἡρῴδης εἶπεν, ὅτι ὃν ἐγὼ ἀπεκεφάλισα ἰωάννην οὗτος ἐστιν αὐτὸς ἠγέρθη ἐκ νεκρῶν
TR1550 17 αὐτὸς γὰρ ὁ ἡρῴδης ἀποστείλας ἐκράτησεν τὸν ἰωάννην καὶ ἔδησεν αὐτὸν ἐν τῇ φυλακῇ διὰ ἡρῳδιάδα τὴν γυναῖκα φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ ὅτι αὐτὴν ἐγάμησεν
TR1550 18 ἔλεγεν γὰρ ὁ ἰωάννης τῷ ἡρῴδῃ ὅτι οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου
TR1550 19 ἡ δὲ ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι καὶ οὐκ ἠδύνατο
TR1550 20 ὁ γὰρ ἡρῴδης ἐφοβεῖτο τὸν ἰωάννην εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον καὶ συνετήρει αὐτόν καὶ ἀκούσας αὐτοῦ πολλὰ ἐποίει, καὶ ἡδέως αὐτοῦ ἤκουεν
TR1550 21 καὶ γενομένης ἡμέρας εὐκαίρου ὅτε ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίει τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς γαλιλαίας
TR1550 22 καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτῆς τῆς ἡρῳδιάδος καὶ ὀρχησαμένης καὶ ἄρεσασης, τῷ ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις εἶπεν ὁ βασιλεὺς τῷ κορασίῳ αἴτησόν με ὃ ἐὰν θέλῃς καὶ δώσω σοι
TR1550 23 καὶ ὤμοσεν αὐτῇ ὅτι, ὅ ἐάν με αἰτήσῃς δώσω σοι ἕως ἡμίσους τῆς βασιλείας μου
TR1550 24 ἡ δὲ ἐξελθοῦσα εἶπεν τῇ μητρὶ αὐτῆς τί αἰτήσομαι ἡ δὲ εἶπεν τὴν κεφαλὴν ἰωάννου τοῦ βαπτίστου
TR1550 25 καὶ εἰσελθοῦσα εὐθὲως μετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο λέγουσα φέλω ἵνα μοι δῷς ἐξ αὐτῆς ἐπὶ πίνακι τὴν κεφαλὴν ἰωάννου τοῦ βαπτιστοῦ
TR1550 26 καὶ περίλυπος γενόμενος ὁ βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους οὐκ ἠθέλησεν αὐτὴν ἀθετῆσαι
TR1550 27 καὶ εὐθὲως ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτωρα ἐπέταξεν ἐνεχθῆναι τὴν κεφαλὴν αὐτοῦ ὁ δὲ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ
TR1550 28 καὶ ἤνεγκεν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς
TR1550 29 καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ καὶ ἔθηκαν αὐτὸ ἐν τῷ μνημείῳ
TR1550 30 καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν ἰησοῦν καὶ ἀπήγγειλαν αὐτῷ πάντα καὶ ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν
TR1550 31 καὶ εἶπεν αὐτοῖς δεῦτε ὑμεῖς αὐτοὶ κατ᾽ ἰδίαν εἰς ἔρημον τόπον καὶ ἀναπαύεσθε ὀλίγον ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί καὶ οὐδὲ φαγεῖν ηὐκαίρουν
TR1550 32 καὶ ἀπῆλθον εἰς ἔρημον τόπον τῷ πλοίῳ κατ᾽ ἰδίαν
TR1550 33 καὶ εἶδον αὐτοὺς ὑπάγοντας οἱ ὄχλοι, καὶ ἐπέγνωσαν αὐτὸν πολλοί καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ καὶ προῆλθον αὐτούς καὶ συνῆλθον πρὸς αὐτὸν
TR1550 34 καὶ ἐξελθὼν εἶδεν ὁ ἰησοῦς πολὺν ὄχλον καὶ ἐσπλαγχνίσθη ἐπ᾽ αὐτοῖς, ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά
TR1550 35 καὶ ἤδη ὥρας πολλῆς γενομένης προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγουσιν ὅτι ἕρημός ἐστιν ὁ τόπος καὶ ἤδη ὥρα πολλή
TR1550 36 ἀπόλυσον αὐτούς ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς ἄρτους τί γὰρ φάγωσιν οὐκ ἔχουσιν
TR1550 37 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς δότε αὐτοῖς ὑμεῖς φαγεῖν καὶ λέγουσιν αὐτῷ ἀπελθόντες ἀγοράσωμεν διακοσίων δηναρίων ἄρτους καὶ δώμεν αὐτοῖς φαγεῖν
TR1550 38 ὁ δὲ λέγει αὐτοῖς πόσους ἄρτους ἔχετε ὑπάγετε καὶ ἴδετε καὶ γνόντες λέγουσιν πέντε καὶ δύο ἰχθύας
TR1550 39 καὶ ἐπέταξεν αὐτοῖς ἀνακλῖναι πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ
TR1550 40 καὶ ἀνέπεσον πρασιαὶ πρασιαὶ ἀνὰ ἑκατὸν καὶ ἀνὰ πεντήκοντα
TR1550 41 καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κατέκλασεν τοὺς ἄρτους καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα παραθῶσιν αὐτοῖς καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πᾶσιν
TR1550 42 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν
TR1550 43 καὶ ἦραν κλασμάτων δώδεκα κοφίνους πληρεις, καὶ ἀπὸ τῶν ἰχθύων
TR1550 44 καὶ ἦσαν οἱ φαγόντες τοὺς ἄρτους ὡσεὶ πεντακισχίλιοι ἄνδρες
TR1550 45 καὶ εὐθὲως ἠνάγκασεν τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν εἰς τὸ πέραν πρὸς βηθσαϊδάν ἕως αὐτὸς ἀπολύσῃ τὸν ὄχλον
TR1550 46 καὶ ἀποταξάμενος αὐτοῖς ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι
TR1550 47 καὶ ὀψίας γενομένης ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς
TR1550 48 καὶ εἶδεν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν ἦν γὰρ ὁ ἄνεμος ἐναντίος αὐτοῖς καὶ περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης καὶ ἤθελεν παρελθεῖν αὐτούς
TR1550 49 οἱ δὲ ἰδόντες αὐτὸν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης ἔδοξαν φάντασμά εἶναι, καὶ ἀνέκραξαν
TR1550 50 πάντες γὰρ αὐτὸν εἶδον καὶ ἐταράχθησαν καὶ εὐθὲως ἐλάλησεν μετ᾽ αὐτῶν καὶ λέγει αὐτοῖς φαρσεῖτε ἐγώ εἰμι μὴ φοβεῖσθε
TR1550 51 καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον καὶ ἐκόπασεν ὁ ἄνεμος καὶ λίαν ἐκ περισσοῦ ἐν ἑαυτοῖς ἐξίσταντο καὶ ἐθαύμαζον
TR1550 52 οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις ἦν γὰρ ἡ καρδία αὐτῶν πεπωρωμένη
TR1550 53 καὶ διαπεράσαντες ἦλθον ἐπὶ τὴν γῆν γενησαρέτ καὶ προσωρμίσθησαν
TR1550 54 καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου εὐθὲως ἐπιγνόντες αὐτὸν
TR1550 55 περιδραμόντες ὅλην τὴν περίχωρον ἐκείνην ἤρξαντο ἐπὶ τοῖς κραββάτοις τοὺς κακῶς ἔχοντας περιφέρειν ὅπου ἤκουον ὅτι ἐκεῖ ἐστιν
TR1550 56 καὶ ὅπου ἂν εἰσεπορεύετο εἰς κώμας ἢ πόλεις ἢ ἀγροὺς ἐν ταῖς ἀγοραῖς ἐτίθουν τοὺς ἀσθενοῦντας καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται καὶ ὅσοι ἂν ἤπτοντο αὐτοῦ ἐσῴζοντο
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées